Δευτέρα 2 Δεκεμβρίου 2024

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΛΟΥΚΑΝ Κ´ 27 - 44
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· 31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον· 32 ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. 33 ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 34 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται· 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται· 36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ. 38 Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· Διδάσκαλε, καλῶς εἶπας. 40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. 41 Εἶπε δὲ πρὸς αὐτούς· Πῶς λέγουσι τὸν Χριστὸν υἱόν Δαυῒδ εἶναι; 42 καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44 Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱός αὐτοῦ ἐστιν;

Ερμηνευτική απόδοση:
ΚΑΤΑ ΛΟΥΚΑΝ Κ´ 27 - 44
27 Ἐπλησίασαν δὲ τὸν Ἰησοῦν ἀπὸ τοὺς Σαδδουκαίους μερικοί, ποὺ ἔλεγαν ὅτι δὲν ὑπάρχει ἀνάστασις. Καὶ τὸν ἠρώτησαν 28 καὶ εἶπαν· Διδάσκαλε, ὁ Μωϋσῆς μᾶς ἔγραψε εἰς τὸν νόμον· ἐὰν ὁ ἀδελφὸς κάποιου ἀποθάνῃ καὶ ἔχῃ γυναῖκα καὶ ἀποθάνῃ οὗτος ἄτεκνος, πρέπει νὰ πάρῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ νὰ γεννήσῃ μὲ αὐτὴν ἀπόγονον εἰς τὸν ἀποθανόντα ἄτεκνον ἀδελφόν του. 29 Ἦσαν λοιπὸν ἑπτὰ ἀδελφοί. Καὶ ὁ πρῶτος, ἀφοῦ ἐνυμφεύθη μίαν γυναῖκα, ἀπέθανεν ἄτεκνος. 30 Καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα αὐτήν. Ἀλλὰ καὶ αὐτὸς ἀπέθανεν ἄτεκνος. 31 Καὶ ὁ τρίτος τὴν ἐπῆρεν ὅπως καὶ ὁ δεύτερος. Τὸ ἴδιο δὲ ἔκαμαν καὶ οἱ ἑπτά. Δὲν ἄφησαν ὅμως τέκνα καὶ ἀπέθανον. 32 Ὕστερον δὲ ἀπὸ ὅλους ἀπέθανε καὶ ἡ γυνή. 33 Κατὰ τὴν ἀνάστασιν λοιπὸν ποίου ἐκ τῶν ἑπτὰ ἀδελφῶν θὰ γίνῃ σύζυγος; Διότι ὅλοι τὴν ἐπῆραν γυναῖκα. 34 Καὶ ἀπεκρίθη καὶ τοὺς εἶπεν ὁ Ἰησοῦς· Αὐτοί, ποὺ ζοῦν εἰς τὴν παροῦσαν ζωὴν καὶ εἶναι παιδιὰ τοῦ κόσμου αὐτοῦ ποὺ θὰ παρέλθῃ, αὐτοὶ ἔρχονται εἰς γάμον καὶ ὑπανδρεύουν ἔπειτα καὶ τοὺς ἀπογόνους των. 35 Ἐκεῖνοι ὅμως, ποὺ ἀξιώθησαν νὰ ἀπολαύσουν τὸν αἰῶνα καὶ τὸν κόσμον ἐκεῖνον τὸν μέλλοντα καὶ οὐράνιον καὶ νὰ ἀναστηθοῦν ἐνδόξως ἐκ νεκρῶν, οὔτε αὐτοὶ οἱ ἴδιοι ἔρχονται εἰς γάμον, οὔτε ὑπανδρεύουν τοὺς ἀπογόνους των. 36 Ἀλλ’ οὔτε καὶ εἶναι ἀνάγκη νὰ ἔλθουν εἰς γάμον, τοῦ ὁποίου ἕνας ἐκ τῶν σκοπῶν εἶναι νὰ προλάβῃ τὴν διὰ τοῦ θανάτου ἐξάλειψιν τοῦ ἀνθρωπίνου γένους. Καὶ δὲν εἶναι ἀνάγκη νὰ ἔλθουν εἰς γάμον, διότι πλέον δὲν εἶναι δυνατὸν νὰ ἀποθάνουν, ἐπειδή, ὅσοι ζοῦν ἐκεῖ, ἔχουν φύσιν ἄφθαρτον καὶ ἀθάνατον, ὅπως οἱ ἄγγελοι, καὶ εἶναι υἱοὶ τοῦ Θεοῦ. Διότι τὰ σώματά των δὲν θὰ προέρχονται ἐκ γεννήσεως σαρκικῆς, ἀλλὰ θὰ ξαναγεννηθοῦν διὰ τῆς ἀναστάσεως, τὴν ὁποίαν θὰ πραγματοποιήσῃ ἡ ἄμεσος ἐπέμβασις τοῦ Θεοῦ καὶ ὄχι παρέμβασις σαρκικῶν γονέων. 37 Ὅτι δὲ ἀνασταίνονται oἱ νεκροί, τὸ ἐφανέρωσε καὶ ὁ Μωϋσῆς εἰς τὸ μέρος τῆς Γραφῆς, ποὺ γίνεται λόγος περὶ τῆς βάτου. Ὅταν δηλαδὴ ἀποκαλῇ καὶ ἀναφέρῃ τὸν Κύριον ὡς τὸν Θεὸν τοῦ Ἀβραὰμ καὶ τὸν Θεὸν τοῦ Ἰσαὰκ καὶ τὸν Θεὸν τοῦ Ἰακώβ. 38 Ὁ Θεὸς δὲ δὲν εἶναι Θεὸς νεκρῶν, τοὺς ὁποίους ὁ θάνατος ἐξεμηδένισεν, ἀλλ’ εἶναι Θεὸς ζωντανῶν. Διότι ὅλοι, καὶ αὐτοί, ποὺ δι’ ἡμᾶς εἶναι πεθαμένοι, διὰ τὸν Θεὸν εἶναι ζωντανοί, καὶ ἑξακολουθοῦν νὰ ζοῦν καὶ νὰ εὑρίσκωνται εἰς σχέσιν καὶ κοινωνίαν μετ’ αὐτοῦ καὶ δὲν διατελοῦν εἰς κατάστασιν ληθάργου καὶ ἀναισθησίας. 39 Τότε μερικοὶ ἀπὸ τοὺς γραμματεῖς, ποὺ ἐπίστευον εἰς τὴν ἀνάστασιν, ἀπεκρίθησαν καὶ εἶπαν· Διδάσκαλε, καλὰ ὡμίλησες. 40 Δὲν ἐτόλμων δὲ πλέον νὰ τὸν ἐρωτοῦν τίποτε, διότι πάντοτε ἐξήρχετο νικητὴς ἀπὸ τὴν μετ’ αὐτῶν συζήτησιν. 41 Εἶπε δὲ πρὸς αὐτούς· Πῶς λέγουν oι διδάσκαλοί σας, ὅτι ὁ Μεσσίας Χριστὸς εἶναι ἀπόγονος τοῦ Δαβίδ; 42 Καὶ πῶς ἀπὸ τὸ ἄλλο μέρος αὐτὸς ὁ Δαβὶδ λέγει εἰς τὸ βιβλίον τῶν Ψαλμῶν· Εἶπεν ὁ Κύριος καὶ Θεὸς εἰς τὸν Κύριόν μου Χριστόν· Κάθισε ἐπὶ τοῦ θρόνου μου εἰς τὰ δεξιά μου δοξαζόμενος καὶ τιμώμενος μαζί μου, 43 ἕως ὅτου θέσω τοὺς ἐχθρούς σου σὰν ἄλλο ὑποστήριγμα, ποὺ θὰ πατοῦν ἐπάνω τὰ πόδια σου; 44 Ὁ Δαβὶδ λοιπὸν καλεῖ αὐτὸν Κύριον. Καὶ πῶς εἶναι υἱός του; Στέκει ὁ πρόγονος νὰ καλῇ τὸν τρισέγγονον καὶ ἀπόγονόν του Κύριον; Αὐτὸ σημαίνει, ὅτι ὁ Μεσσίας δὲν εἶναι μόνον υἱὸς τοῦ Δαβίδ, ἀλλὰ καὶ υἱὸς τοῦ Θεοῦ καὶ ὡς τοιοῦτος εἶναι καὶ Κύριος τοῦ Δαβίδ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου