ΚΑΤΑ ΜΑΡΚΟΝ Ι´ 46 - 52
46 Καὶ ἔρχονται εἰς Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· Υἱὲ Δαυῒδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυῒδ, ἐλέησόν με. 49 καὶ στὰς ὁ Ἰησοῦς εἶπε· Φωνήσατε αὐτόν· καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, ἔγειρε· φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· Τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. 52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

Ερμηνευτική απόδοση:
ΚΑΤΑ ΜΑΡΚΟΝ Ι´ 46 - 52
46 Καὶ ἔρχονται εἰς τὴν Ἱεριχῶ. Καὶ τὴν ὥραν ποὺ ἔβγαιναν ἀπὸ τὴν Ἱεριχῶ αὐτὸς καὶ οἱ μαθηταί του καὶ λαὸς πολύς, ἐκάθητο πλησίον τοῦ δρόμου καὶ ἐζητιάνευεν ὁ τυφλὸς Βαρτίμαιος, ὁ υἱὸς τοῦ Τιμαίου. 47 Καὶ ὅταν ἤκουσεν, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος ἦτο ἐκεῖ, ἤρχισε νὰ φωνάζῃ δυνατὰ καὶ νὰ λέγῃ· Ἰησοῦ, ἔνδοξε ἀπόγονε τοῦ Δαβίδ, ποὺ εἰς σὲ ἀναφέρονται ὅσα προεῖπον οἱ προφῆται. ἐλέησέ με. 48 Καὶ τὸν ἐπέπληττον πολλοὶ καὶ τὸν ἠνάγκαζαν νὰ σιωπήσῃ. Αὐτὸς ὅμως πολὺ περισσότερον ἐφώναζεν· Ἀπόγονε τοῦ Δαβίδ, ἐλέησέ με. 49 Καὶ ἀφοῦ διέκοψε τὴν πορείαν του ὁ Ἰησοῦς, εἶπε νὰ τὸν καλέσουν. Καὶ προσκαλοῦν τὸν τυφλὸν καὶ τοῦ λέγουν· Ἔχε θάρρος· σήκω, σὲ φωνάζει νὰ ὑπάγῃς ἐκεῖ. 50 Αὐτὸς δὲ ἀφοῦ ἐπέταξε τὸ ἐξωτερικόν του ἔνδυμα, διὰ νὰ μὴ τὸν ἐμποδίζῃ εἰς τὸ τρέξιμόν του, ἐσηκώθη καὶ ἦλθε πλησίον τοῦ Ἰησοῦ. 51 Καὶ ὁ Ἰησοῦς ἀπεκρίθη καὶ τοῦ εἶπε· Τί θέλεις νὰ σοῦ κάμω; Ὁ δὲ τυφλὸς εἶπε πρὸς αὐτόν· Διδάσκαλε, θέλω νὰ ἀποκτήσω πάλιν τὸ φῶς μου καὶ νὰ ξαναϊδῶ. 52 Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε· Πήγαινε· ἡ πίστις, ποὺ ἔχεις, ὅτι ἐγὼ δύναμαι νὰ σοῦ δώσω τὸ φῶς τῶν ματιῶν σου, σὲ ἔσωσεν ἀπὸ τὴν ἀθεράπευτον τύφλωσίν σου. Καὶ ἀμέσως ἀπέκτησε πάλιν τὸ φῶς του καὶ γεμᾶτος εὐγνωμοσύνην ἠκολούθει τὸν Ἰησοῦν εἰς τὸν δρόμον, ποὺ ἐβάδιζε πηγαίνων εἰς τὰ Ἱεροσόλυμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου