Παρασκευή 16 Απριλίου 2021

Αγιογραφικό ανάγνωσμα



ΓΕΝΕΣΙΣ ΚΒ´ 1 - 18
1 ΚΑΙ ἐγένετο μετὰ τὰ ρήματα ταῦτα ὁ Θεός ἐπείρασε τὸν ῾Αβραὰμ καὶ εἶπεν αὐτῷ· ῾Αβραάμ, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. 2 καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν ᾿Ισαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. 3 ἀναστὰς δὲ ῾Αβραὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. 4 καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν. 5 καὶ εἶπεν ῾Αβραὰμ τοῖς παισὶν αὐτοῦ· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. 6 ἔλαβε δὲ ῾Αβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. 7 εἶπε δὲ ᾿Ισαὰκ πρὸς ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ· πάτερ. ὁ δὲ εἶπε· τί ἐστι, τέκνον; εἶπε δέ· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; 8 εἶπε δὲ ῾Αβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα, 9 ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ ῾Αβραὰμ τὸ θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων. 10 καὶ ἐξέτεινεν ῾Αβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. 11 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν· ῾Αβραάμ, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. 12 καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ. 13 καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη ῾Αβραὰμ καὶ ἔλαβε τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ. 14 καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη. 15 καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν ῾Αβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων· 16 κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ρῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ, 17 ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων· 18 καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.

Νεοελληνική απόδοση:
Συνέβη δὲ μετὰ τὰ γεγονότα αὐτά (τὴν γέννησιν τοῦ Ἰσαάκ, τὴν ἀποπομπὴν τοῦ Ἰσμαήλ, τὴν συνθήκην μὲ τὸν Ἀβιμέλεχ) τοῦτο: Ὁ Θεὸς ἐδοκίμασε τὸν Ἀβραὰμ καὶ τοῦ εἶπεν: «Ἀβραάμ, Ἀβραάμ». Ὁ δὲ Ἀβραὰμ ἀπάντησε: «Νά, Κύριε, εἶμαι παρών, ἀκούω». 2 Καὶ εἶπε πρὸς αὐτὸν ὁ Θεός: «Πάρε τὸ πολυαγαπημένονν καὶ λατρευτόν σου παιδί, τὸν Ἰσαάκ, διὰ τὸ ὁποῖον λαχταρᾷ ἡ καρδιά σου καὶ ἀπὸ τὸ ὁποῖον πιριμένεις διάδοχον καὶ ἀπογόνους, καὶ πήγαινε εἰς τὴν ὑψηλὴν περιοχὴν καὶ σφάξε το καὶ πρόσφερέ το ὡς ὁλοκαύτωμα θὐσίας εἰς ἐμὲ ἐπάνω εἰς ἕνα ἀπὸ τὰ βουνά, ποὺ θὰ σοῦ καθορίσω». 3 Ὁ δίκαιος Ἀβραὰμ ὑπάκουσε καὶ χωρὶς καμμίαν διαμαρτυρίαν ἐσηκώθη τὸ πρωΐ καὶ ἀμέσως ἐσαμάρωσε τὸ ὑποζύγιόν του· μαζί του δὲ παρέλαβε δύο δούλους καὶ τὸ ἀγαπημένον καὶ μονάκριβον παιδί του, τὸν Ἰσαάκ. Καὶ ἀφοῦ ἔσχισε ξύλα διὰ τὴν θυσίαν τοῦ ὁλοκαύτωματος καὶ τὰ ἐφόρτωσεν εἰς τὸ ζῶον, ἐξεκίνησε καὶ ἔφθασε κατὰ τὴν τρίτην ἡμέραν εἰς τὸν τόπον, τὸν ὁποῖον τοῦ ὑπέδειξε καὶ τοῦ καθώρισεν ὁ Θεός. 4 Καὶ ὁ Ἀβραάμ, πρὶν ἀκόμη φθάσῃ ἐκεῖ ἀκριβῶς, ὅπου τοῦ εἶπεν ὁ Θεός, ἐσήκωσε τὰ μάτια καὶ ἐκυτταξε γύρῳ - γύρῳ διὰ νὰ ἀνακαλύψῃ τὸν τόπον τῆς θυσίας· ὅταν δὲ εἶδε ἀπὸ μακρυὰ τὸν καθωρισμένον τόπον, 5 εἶπεν εἰς τοὺς δύο δούλους του: «Σεῖς καθῆστε ἐδῶ μὲ τὸ ὑποζύγιον καὶ περιμένετε· ἐγὼ δὲ καὶ τὸ παιδί μου θὰ προχωρήσωμεν ἕως ἐκεῖ καὶ ἀφοῦ προσκυνήσωμεν καὶ λατρεύσωμεν τὸν Θεόν, θὰ ἐπιστρέψωμεν πάλιν κοντά σας». 6 Ἔλαβε δὲ ὁ Ἀβραὰμ τὰ ξύλα, ποὺ ἐτοίμασε διὰ τὴν θυσίαν τοῦ ὁλοκαυτώματος, καὶ τὰ ἐφόρτωσεν εἰς τοὺς ὤμους τοῦ ἀγαπημένου του παιδιοῦ. Αὐτὸς δὲ ἐπῆρεν εἰς τὰ χέρια του τὴν φωτιάν, διὰ νὰ ἀνάψῃ τὰ ξύλα τῆς θυσίας, καὶ τὸ μαχαίρι, μὲ τὸ ὁποῖον θὰ ἐσφάζετο τὸ θῦμα, καὶ ἐπροχώρησαν καὶ οἰ δύο μαζὶ πρὸς τὸν τόπον τῆς θυσίας. 7 Καθὼς δὲ ἐβάδιζαν, ὁ Ἰσαὰκ γεμᾶτος ἀπορίαν εἶπε πρὸς τὸν πατέρα του, τὸν Ἀβραάμ: «Πατέρα». Ὁ δὲ Ἀβραὰμ ἀπάντησε: «Τί εἶναι, παιδί μου;» Καὶ ὁ Ἰσαὰκ ἐπρόσθεσε: «Νά· σὺ μεταφέρεις τὴν φωτιὰν καὶ ἑγὼ τὰ ξύλα διὰ τὴν θυσίαν. Ποὺ εἶναι ὅμως τὸ πρόβατον, τὸ ὁποῖον θὰ προσφερθῇ ὡς ὁλοκαύτωμα εἰς τὸν Θεόν;» 8 Ὁ Ἀβραὰμ μὲ γενναῖον φρόνημα καὶ πίστιν εἰς τὸν Θεὸν ἀπάντησεν εἰς τὸν Ἰσαάκ: «Παιδίμου, ὁ παντοδύναμος Θεὸς θὰ φροντίσῃ μόνος του καὶ θὰ μᾶς δείξῃ τὸ πρόβατον, ποὺ πρέπει νὰ θυσιασθῇ». Ἀφοῦ δὲ ἐπροχώρησαν μαζὶ καὶ οἰ δύο, 9 ἔφθασαν εἰς τὸν τόπον τῆς θυσίας, τὸ βουνόν, τὸ ὁποῖον τοῦ ὑπέδειξεν ὁ Θεός. Ἐκεῖ ὁ Ἀβραὰμ κατεσκεύασε τὸ θυσιαστήριον καὶ ἔβαλεν ἐπάνω εἰς αὐτὸ τὰ ξύλα· καὶ ἀφοῦ ἔδεσε τὰ πόδια τοῦ ἀγαπημένου του παιδιοῦ, τοῦ Ἰσαάκ, ὁ ὁποῖος, ὁ ὁποῖος δὲν ἐπρόβαλε καμμίαν ἀντίστασιν, τὸν ἐξάπλωσεν ἐπάνω εἰς τὰ ξύλα τοῦ θυσιαστηρίου. 10 Καὶ ὁ Ἀβραὰμ ἄπλωσε τὸ χέρι του, διὰ νὰ πάρῃ τὸ μαχαίρι νὰ σφάξῃ τὸ παιδί του, καὶ νὰ τὸ προσφέρῃ ὡς θυσίαν ὁλοκαυτώματος εἰς τὸν Θεόν. 11 Κατὰ τὴν κρίσιμον στιγμήν, ποὺ ὁ Ἀβραὰμ ἄπλωσε τὸ χέρι διὰ νὰ σφάξῃ τὸν Ἰσαάκ, ἄγγελος τοῦ Θεοῦ τὸν ἐκάλεσε ἀπὸ τὸν οὐρανὸν καὶ τοῦ εἶπεν: «Ἀβραάμ, Ἀβραάμ». Αὐτὸς δὲ ἀπάντησε: «Νά, εἶμαι παρών, ἀκούω». 12 Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ Θεοῦ: «Μὴ ἀπλώσῃς καὶ μὴ βάλῃς τὸ χέρι σου ποὺ κρατεῖ τὸ μαχαίρι ἐπάνω εἰς τὸ παιδὶ καὶ μὴ κάμῃς εἰς αὐτὸ κανένα κακόν· διότι τώρα ἐκατάλαβα πολὺ καλά, ὅτι σὺ σέβεσαι καὶ εὐλαβεῖσαι τὸν Θεὸν καὶ πρὸς χάριν μου δεν ἐλυπήθης τὸ ἀγαπημένον καὶ μονάκριβον παιδί σου· διὰ τὴν μεγάλην ἀγάπην ποὺ ἔχεις πρὸς ἐμέ, ἐπροτίμησες τὴν ἐντολήν μου ἀπὸ τὸ παιδί σου». 13 Καὶ ὁ Ἀβραὰμ ἐσήκωσε τὰ βλέμματά του ἀπὸ τὸ θυσιαστήριον, ὅπου ἦταν ἑξαπλωμένος ὁ Ἰσαάκ, καὶ ἔξαφνα εἶδεν ἐκεῖ κοντὰ ἕνα κριάρι, τὰ κέρατα τοῦ ὁποίου εἶχαν περιπλακῆ εἰς ἕνα φυτόν, ποὺ ὀνομάζεται Σαβέκ. Ὁ Ἀβραὰμ ἐπῆγε πρὸς τὰ ἐκεῖ, ἐπῆρε τὸ κριάρι καὶ τὸ ἐπρόσφερεν εἰς τὸν Θεὸν ὡς θυσίαν ὁλοκαυτώματος ἀντὶ τοῦ παιδιοῦ τοῦ Ἰσαάκ. 14 Ὁ Ἀβραὰμ εἰς ἐνθύμησιν τοῦ γεγονότος ὠνόμασε τὸν τόπον ἐκεῖνον «ὁ Κύριος εἶδεν», ὥστε μέχρι σήμερον ὀνομάζουν τὸν τόπον ἐκεῖνον «εἰς τὸ βουνὸν αὐτὸ ἐφανερώθη ὁ Κύριος». 15 Καὶ ἄγγελος τοῦ Θεοῦ ἐκάλεσε τὸν Ἀβραὰμ διὰ δευτέραν φορὰν ἀπὸ τὸν οὐρανὸν καὶ τοῦ εἶπεν: 16 «Ὡρκίσθηκα εἰς τὸν ἐαυτόν μου· ὡρκίσθηκα εἰς τὴν ἄπειρόν μου τελειότητα, εἰς τὴν μακαρίαν ζωήν μου, λέγει ὁ Κύριος, ἐπειδὴ ἐφάνης ὑπάκουος καὶ ἐξεπλήρωσες πιστὰ τὴν ἐντολὴν αὐτήν, τὴν ὁποίαν σοῦ ἔδωκα, καὶ πρὸς χάριν μου δὲν ἐλυπήθης οὐδὲ αὐτὸ τὸ ἀγαπημένον καὶ μονάκριβον παιδί σου καὶ ἐλογάριασες τὴν ἐντολήν μου περισσότερον ἀπὸ τὸ παιδί σου, 17 σοῦ ὑπόσχομαι ἀληθινὰ καὶ σὲ βεβαιῶ ἀπολύτως, ὅτι θὰ σὲ εὐλογήσω πλουσίως καὶ θὰ πληθύνω πάρα πολὺ τοὺς ἀπογόνους σου καὶ θὰ τοὺς αὐξησω ὡσὰν τὰ ἄστρα τοῦ ούρανοῦ καὶ ὡσὰν τὴν ἄμμον, ποὺ εἶναι εἰς τὴν ἀκροθαλασσιὰν καὶ οἱ ἀπόγονοί σου θὰ κατανικήσουν τοὺς ἐχθρούς των, τοὺς εἰδωλολατρικοὺς λαούς, ποὺ κατοικοῦν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ θὰ κληρονομήσουν τις πόλεις των. 18 Ἀκόμη, ἐπειδὴ ἐφάνης ὑπάκουος εἰς τὴν ἐντολήν, ποὺ σοῦ ἔδωκα, σοῦ ὑπόσχομαι ὅτι διὰ τοῦ ἐκλεκτοῦ καὶ ἁγίου καὶ ἀναμαρτήτου ἀπογόνου σου, τοῦ Μεσίου Χριστοῦ, θὰ λάβουν τὶς εὐλογίες καὶ χάριτες τοῦ Θεοῦ ὅλα τὰ ἔθνη τῆς γῆς».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου