Πέμπτη 22 Απριλίου 2021

Αγιογραφικό ανάγνωσμα



ΓΕΝΕΣΙΣ ΜϚ´ 1 - 7
1 ΑΠΑΡΑΣ δὲ ᾿Ισραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ. 2 εἶπε δὲ ὁ Θεὸς τῷ ᾿Ισραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· ᾿Ιακώβ, ᾿Ιακώβ, ὁ δὲ εἶπε· τί ἐστιν; 3 ὁ δὲ λέγει αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ, 4 καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ ᾿Ιωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. 5 ἀνέστη δὲ ᾿Ιακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ ᾿Ισραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν ᾿Ιωσὴφ ἆραι αὐτόν, 6 καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, ᾿Ιακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ, 7 υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.

Νεοελληνική απόδοση:
Ο Ἰσραὴλ χωρὶς ἀναβολὴν καὶ χρονοτριβὴν ἐξεκίνησε μὲ ὅλην τὴν κινητὴν περιουσίαν του καὶ μὲ ὅλους, ὅσοι ἔμεναν μαζί του προκειμένου δὲ νὰ κατεβῇ εἰς τὴν Αἴγυπτον, ἦλθεν εἰς τὸ πηγάδι τοῦ Ὅρκου (τὴν Βηρσαβεὲ) καὶ ἐπρόσφερε θυσίες εὐχαριστίας, εὐγνωμοσύνης καὶ ἱκεσίας πρὸς τὸν Θεὸν τοῦ πατέρα του Ἰσαάκ. 2 Καὶ ἐπειδὴ πρῶτος ὁ Ἰσραὴλ ἔδειξε τὴν εὐλάβειάν του μὲ τὶς θυσίες, ἀκολούθησε ἀμέσως καὶ ἡ θεία βοήθεια. Ὁ Κύριος τοῦ παρουσιάσθη κατὰ τὴν νύκτα μὲ ὀπτασίαν καὶ τοῦ εἶπεν· «Ἰακὼβ· Ἰακώβ»· αὐτὸς δὲ ἀπάντησε· «ὁρίστε, ἐδῶ εἶμαι, τί εἶναι;» 3 Καὶ ὁ Θεὸς συνέχισεν: «Ἐγὼ εἶμαι ὁ Θεὸς τῶν πατέρων σου ὁ Θεὸς ποὺ ἐπροστάτευσεν εἰς ὅλην των τὴν ζωὴν τὸν πατέρα σου Ἰσαὰκ καὶ τὸν πάππον σου Ἀβραὰμ· ὁ Θεὸς ποὺ τηρεῖ πάντοτε τὶς ὑποσχέσεις του. Μὴ φοβηθῇς νὰ κατέβης εἰς τὴν Αἴγυπτον. Διότι ἐγὼ θὰ αὐξήσω τοὺς ἀπογόνους σου καὶ θὰ τοὺς καταστήσω ἐκεῖ ἔθνος μεγάλο. 4 Καὶ ἐγὼ θὰ κατεβῶ μαζί σου εἰς τὴν Αἴγυπτον καὶ θὰ μὲ ἔχῃς πάντοτε κοντά σου. Καὶ ἐγὼ πάλιν θὰ ἀνεβάσω τελικῶς τοὺς ἀπογόνους σου κατὰ τὸν πρέποντα καιρὸν εἰς τὴν Χαναὰν καὶ ὁ Ἰωσήφ, τὸ ἀγαπημένον σου παιδί, θὰ σοῦ κλείσῃ τὰ μάτια μὲ τὰ χέρια του τὴν ὥραν ποὺ θὰ ξεψυχᾷς. 5 Ὁ Ἰακὼβ μετὰ τὶς ὑποσχέσεις τοῦ Θεοῦ ἐσηκώθη ἐνισχυμένος καὶ χαρούμενος διὰ νὰ ἀναχωρήσῃ ἀπὸ τὸ πηγάδι τοῦ Ὅρκου· καὶ οἱ υἱοὶ τοῦ Ἰσραὴλ ἐπῆραν καὶ ἀνέβασαν τὸν πατέρα, τὰ παιδιὰ καὶ τὶς γυναῖκες των εἰς τὰ ἁμάξια, ποὺ εἶχεν ἀποστείλει ὁ Ἰωσὴφ ἀπὸ τὴν Αἴγυπτον διὰ νὰ τὸν παραλάβουν. 6 Καὶ ἀφοῦ παρέλαβαν ὅλα τὰ κοπάδια καὶ ὅλην τὴν κινητὴν περιουσίαν, ποὺ ἀπέκτησαν εἰς τὴν χώραν τῆς Χαναάν, ἦλθαν εἰς τὴν Αἴγυπτον. ἐμπῆκαν δὲ εἰς τὴν Αἴγυπτον ὁ Ἰακὼβ καὶ μαζὶ μὲ αὐτὸν ὅλοι οἱ ἀπόγονοί του· 7 δηλαδή οἱ υἱοὶ καὶ οἰ ἐγγονοί του, οἱ θυγατέρες καὶ οἰ ἐγγονές του· ὅλους γενικῶς τοὺς ἀμέσους ἀπογόνους του ὁ Ἰακὼβ τοὺς ἔφερε μαζί του εἰς τὴν Αἴγυπτον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου