Παρασκευή 30 Απριλίου 2021

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΖ´ 1 - 38
1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· 2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. 3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις 4 λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. 5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. 6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. 7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις· 8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον. 9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. 11 Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἔφη αὐτῷ· Σὺ λέγεις. 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι; 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. 15 Κατὰ δὲ τὴν ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν. 17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· Σταυρωθήτω. 23 ὁ δὲ ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω. 24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. 27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν· 28 καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, 29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· Χαῖρε, ὁ βασιλεῦς τῶν Ἰουδαίων· 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. 32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.

Νεοελληνική απόδοση:
Όταν δὲ ἔγινε πρωΐ, ἔκαμαν σύσκεψιν ὅλοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ, διὰ νὰ ἐπιτύχουν τὴν ἐκτέλεσιν τῆς θανατικῆς ποινῆς του. 2 Καὶ ἀφοῦ τὸν ἔδεσαν, τὸν ἐπῆραν ἀπ’ ἐκεῖ καὶ τὸν παρέδωκαν εἰς τὸν Πόντιον Πιλᾶτον τὸν ἡγεμόνα. 3 Τότε σὰν εἶδεν ὁ Ἰούδας, ποὺ τὸν παρέδωκε μὲ προδοσίαν εἰς τοὺς Ἰουδαίους, ὅτι ὁ Ἰησοῦς κατεδικάσθη, μετεμελήθη καὶ ἐπέστρεψε τὰ τριάκοντα ἀργυρὰ νομίσματα εἰς τοὺς ἀρχιερεῖς καὶ τοὺς πρεσβυτέρους 4 καὶ εἶπεν· Ἡμάρτησα παραδώσας αἷμα ἀθῷον διὰ νὰ χυθῇ.Αὐτοὶ δὲ εἶπαν· Τί μᾶς ἐνδιαφέρει αὐτό; Σὺ θὰ φροντίσῃς νὰ ἀπαλλαγῇς ἀπὸ τὴν εὐθύνην καὶ σὺ θὰ δώσῃς λόγον δι’ αὐτό. 5 Καὶ ἀφοῦ ἔρριψε τὰ ἀργυρᾶ νομίσματα εἰς τὸν περίβολον τοῦ ναοῦ, ἀνεχώρησε καὶ ἐπῆγε καὶ ἐπνίγη μὲ σχοινίον. 6 Οἱ δὲ ἀρχιερεῖς, ἀφοῦ ἐπῆραν τὰ ἀργυρᾶ νομίσματα, εἶπαν· Δὲν ἐπιτρέπεται νὰ τὰ ρίψωμεν εἰς τὸ θησαυροφυλάκιον τοῦ ναοῦ ὡς ἱερὸν ἀφιέρωμα, διότι μὲ αὐτὰ ἠγοράσθη ζωὴ ἀνθρώπου καὶ ἐδόθησαν ὡς ἀμοιβὴ διὰ τὸ ἀνθρώπινον αἷμα, ποὺ μετ’ ὀλίγον θὰ χυθῇ. 7 Ἀφοῦ δὲ ἔκαμαν σύσκεψιν, ἠγόρασαν μὲ αὐτὰ τὸν ἀγρὸν τοῦ κεραμιδᾶ, διὰ νὰ εἶναι τόπος ταφῆς τῶν ξένων Ἰουδαίων, ποὺ ὡς ταξιδιῶται καὶ προσκυνηταὶ ἤρχοντο εἰς τὰ Ἱεροσόλυμα. 8 Δι’ αὐτὸ ὠνομάσθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος μέχρι τῆς σήμερον. 9 Τότε ἐπαλήθευσεν ἐκεῖνο, ποὺ ἐλέχθη διὰ τοῦ Ἱερεμίου τοῦ προφήτου: Καὶ ἔλαβαν τὰ τριάκοντα ἀργυρᾶ νομίσματα, τὸ ἀντίτιμον τοῦ ἀνεκτιμήτου Χριστοῦ, τοῦ ὁποίου τὸ τίμημα καὶ τὸ ποσὸν τῆς πληρωμῆς διὰ τὸν φόνον του ἐκανόνισαν μερικοὶ ἀπὸ τοὺς υἱοὺς Ἰσραήλ. 10 Καὶ τὰ ἔδωκαν διὰ τὸν ἀγρὸν τοῦ κεραμίδα, καθὼς μὲ διέταξεν ὁ Κύριος. 11 Ὁ δὲ Ἰησοῦς ἐστάθη ἐμπρὸς εἰς τὸν ἡγεμόνα.Καὶ τὸν ἠρώτησεν ὁ ἡγεμὼν καὶ εἶπε· Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς εἶπε· Σύ, χωρὶς νὰ ἐννοῇς καὶ τὸν πνευματικὸν χαρακτῆρα τῆς βασιλείας μου, λέγεις, ὅτι εἶμαι βασιλεὺς τῶν Ἰουδαίων. 12 Καὶ ὅταν τὸν κατηγοροῦν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι, δὲν ἔδωκε καμμίαν ἀπόκρισιν. 13 Τότε λέγει εἰς αὐτὸν ὁ Πιλᾶτος· Δὲν ἀκούεις, πόσα μαρτυροῦν ἐναντίον σου; 14 Καὶ δὲν ἀπεκρίθη εἰς αὐτὸν ὁ Ἰησοῦς οὔτε εἰς ἕνα λόγον του, ὥστε νὰ θαυμάζῃ ὁ ἡγεμὼν πάρα πολὺ διὰ τὴν γαλήνην καὶ ἀταραξίαν, τὴν ὁποίαν ἐδείκνυεν εἰς στιγμάς, ποὺ τόσον ἀσυνείδητα ἐσυκοφαντεῖτο καὶ τόσον πολὺ ἐκινδύνευεν αὐτὴ ἡ ζωή του. 15 Κάθε ἑορτὴν δὲ τοῦ Πάσχα συνήθιζεν ὁ ἡγεμὼν νὰ ἀφίνῃ ἐλεύθερον πρὸς χάριν τοῦ ὄχλου ἕνα φυλακισμένον, ὅποιον ἤθελεν ὁ λαός. 16 Εἶχαν δὲ τότε κάποιον φυλακισμένον ξακουστὸν διὰ τὰ ἐγκλήματά του, ποὺ ὠνομάζετο Βαραββᾶς. 17 Ἐνῷ λοιπὸν αὐτοὶ ἦσαν συναγμένοι, τοὺς εἶπεν ὁ Πιλᾶτος· Ποῖον θέλετε νὰ σᾶς ἐλευθερώσω; τὸν Βαραββᾶν ἢ τὸν Ἰησοῦν ποὺ λέγεται Χριστός; Καὶ προσεπάθει ἔτσι ὁ Πιλᾶτος, ἔστω καὶ μὲ τὸν τρόπον αὐτόν, νὰ σώσῃ τὸν Ἰησοῦν. 18 Διότι ἐγνώριζεν, ὅτι ἕνεκα φθόνου τὸν παρέδωκαν. 19 Ἐνῷ δὲ ἐκάθητο ἐπὶ τῆς δικαστικῆς του ἕδρας, ἔστειλε πρὸς αὐτὸν ἡ γυναῖκα του καὶ τοῦ εἶπε· Μὴ ἀναλάβῃς εὐθύνας διὰ τὸν δίκαιον αὐτὸν καὶ μὴ ἔχῃς τίποτε μὲ τὸν ἀθῷον αὐτόν.Διότι πολλὰς ἀνησυχίας καὶ φόβους ἔπαθα σήμερον εἰς τὸ ὄνειρόν μου ἕνεκα αὐτοῦ. 20 Οἱ ἀρχιερεῖς ὅμως καὶ οἱ προεστῶτες ἔπεισαν ἐν τῷ μεταξὺ τὰ πλήθη τοῦ λαοῦ νὰ ζητήσουν τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν νὰ θανατώσουν. 21 Λαβὼν δὲ τὸν λόγον ὁ ἡγεμὼν εἶπεν εἰς αὐτούς· Ποῖον ἀπὸ τοὺς δύο θέλετε νὰ σᾶς ἀφήσω ἐλεύθερον; Αὐτοὶ δὲ εἶπαν· Τὸν Βαραββάν. 22 Λέγει εἰς αὐτοὺς ὁ Πιλᾶτος· Τί λοιπὸν νὰ κάμω τὸν Ἰησοῦν, ποὺ λέγεται Χριστός; Λέγουν εἰς αὐτὸν ὅλοι· Νὰ σταυρωθῇ. 23 Ὁ ἡγεμὼν ὅμως εἶπεν· Ἀλλὰ διατί; Ποῖον κακὸν ἔπραξεν; Αὐτοὶ δὲ περισσότερον ἐκραύγαζον καὶ ἔλεγον· Νὰ σταυρωθῇ. 24 Σὰν εἶδε λοιπὸν ὁ Πιλᾶτος, ὅτι καμμίαν ὠφέλειαν δὲν ἔφεραν, ἀλλ’ ὁ θόρυβος ἐγίνετο μεγαλύτερος, ἐπῆρε νερὸ καὶ ἔνιψε καλὰ τὰ χέρια του ἐμπρὸς εἰς τὸ πλῆθος καὶ εἶπεν· Εἶμαι ἀθῷος ἀπὸ τὸ αἷμα αὐτοῦ τοῦ δικαίου ἀνθρώπου.Εἰς σᾶς θὰ πέσῃ ἡ εὐθύνῃ καὶ σεῖς θὰ φροντίσετε νὰ ἀπαλλαγῆτε ἀπὸ τὴν ἐνοχὴν διὰ τὸ ἄδικον αὐτό. 25 Καὶ ἀπεκρίθη ὅλος ὁ λαὸς καὶ εἶπεν· Ἡ ἐνοχὴ καὶ ἡ εὐθύνη διὰ τὸ χύσιμον τοῦ αἵματός του ἂς ἔλθῃ ἐπάνω μας καὶ ἐπᾶνω εἰς τὰ παιδιά μας. 26 Τότε τοὺς ἀφῆκεν ἐλεύθερον τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν, ἀφοῦ διέταξε καὶ τὸν ἐμαστίγωσαν, τὸν παρέδωκε διὰ νὰ σταυρωθῇ. 27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, ἀφοῦ παρέλαβον τὸν Ἰησοῦν καὶ τὸν ὡδήγησαν εἰς τὴν ἐσωτερικὴν αὐλὴν τοῦ παλατιοῦ, ποὺ ἔμενεν ὁ ἐπιτρόπος τῆς Ρώμης, ἐμάζευσαν τριγύρω του ὅλην τὴν φρουράν. 28 Καὶ ἀφοῦ τὸν ἔγδυσαν, ἐπειδὴ ἤθελαν νὰ διακωμῳδήσουν τὰς βασιλικάς του ἀξιώσεις, τὸν ἔνδυσαν μὲ κόκκινον μανδύαν. 29 Καὶ ἀφοῦ ἔπλεξαν στέφανον ἀπὸ ἀγκάθια, ἔβαλαν αὐτὸν ἐπὶ τῆς κεφαλῆς του ἀντὶ στέμματος καὶ τοῦ ἔδωκαν ἀντὶ σκήπτρου βασιλικοῦ κάλαμον εἰς τὴν δεξιάν του καὶ ἀφοῦ ἐγονάτισαν ἐμπρός του, τὸν ἐνέπαιζον καὶ ἔλεγον· Χαῖρε, ὦ βασιλεῦ τῶν Ἰουδαίων. 30 Καὶ ἀφοῦ τὸν ἔπτυσαν, τὸν κάλαμον καὶ ἐκτυποῦσαν εἰς τὴν κεφαλήν του. 31 Καὶ ὅταν τὸν ἐνέπαιξαν, τοῦ ἔβγαλαν τὸν μανδύαν καὶ τὸν ἐνέδυσαν τὰ φορέματά του καὶ τὸν ἐπῆγαν διὰ νὰ τὸν σταυρώσουν. 32 Ὅταν δὲ ἔβγαιναν ἀπὸ τὴν πόλιν, ηὗραν ἄνθρωπον, ἀπὸ τὴν Κυρήνην καταγόμενον, ποὺ ὠνομάζετο Σίμων.Αὐτὸν ἠγγάρευσαν διὰ νὰ σηκώσῃ τὸν σταυρόν του, ἐπειδὴ ὁ Ἰησοῦς δὲν ἀντεῖχε πλέον νὰ τὸν βαστάζῃ μέχρι τέλους. 33 Καὶ ἀφοῦ ἦλθαν εἰς τόπον, ποὺ ἐλέγετο Γολγοθᾶ, ὅνομα τὸ ὁποῖον μεταφραζόμενον σημαίνει τόπος κρανίου 34 τοῦ ἔδωκαν νὰ πίῃ ξίδι ἀναμεμιγμένον μὲ χολήν, διὰ νὰ τοῦ φέρῃ κάποιαν νάρκωσιν καὶ μὴ αἱσθανθῇ πολὺ τοὺς πόνους τῆς σταυρώσεως καὶ δυσκολευθοῦν οἱ σταυρωταὶ εἰς τὴν ἐκτέλεσίν της.Καὶ ἀφοῦ τὸ ἐδοκίμασε, δὲν ἤθελε νὰ τὸ πίῃ. 35 Ὅταν δὲ τὸν ἐσταύρωσαν, διεμοίρασαν τὰ ἐνδύματά του ρίψαντες λαχνόν, 36 καὶ ἐκάθηντο καὶ τὸν ἐφύλατταν ἐκεῖ. 37 Καὶ ἐτοποθέτησαν ἐπάνω ἀπὸ τὴν κεφαλήν του τὴν κατηγορίαν τοῦ γραμμένην· Αὐτὸς εἶναι ὁ Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38 Τότε σταυρώνονται μαζί του δύο λῃσταί, ὁ ἕνας ἀπὸ τὰ δεξιὰ καὶ ὁ ἄλλος ἀπὸ τὰ ἀριστερά του.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου