ΓΕΝΕΣΙΣ ΙΗ´ 20 - 33
20 εἶπε δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. 21 καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ. 22 καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα. ῾Αβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἐναντίον Κυρίου. 23 καὶ ἐγγίσας ῾Αβραὰμ εἶπε· μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής; 24 ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; 25 μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ρῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν; 26 εἶπε δὲ Κύριος· ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀφήσω ὅλην τὴν πόλιν καὶ πάντα τὸν τόπον δι᾿ αὐτούς. 27 καὶ ἀποκριθεὶς ῾Αβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· 28 ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσσαρακονταπέντε. 29 καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. 30 καὶ εἶπε· μή τι κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα. 31 καὶ εἶπεν· ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ εἴκοσι. 32 καὶ εἶπε· μήτι κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. 33 ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ ῾Αβραάμ, καὶ ῾Αβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Νεοελληνική απόδοση:
Καὶ ἀμέσως ὁ Κύριος ἀρχίζει τὴν ἀποκάλυψίν του εἰς τὸν Ἀβραάμ, λέγων: «Φωνὲς πολλὲς καὶ μεγάλες· κραυγὲς δυνατές, ἀγωνιώδεις ἀνεβαίνουν εἰς τὸν οὐρανὸν πρὸς ἐμὲ ἀπὸ τὰ Σόδομα καὶ τὴν Γομόρραν· εἶναι οἱ κραυγὲς ποὺ προέρχονται ἀπὸ τὶς μεγάλες καὶ πολλὲς ἀδικίες των. Οἱ ἁμαρτίες τῶν κατοίκων τῶν δύο αὐτῶν πόλεων εἶναι τόσον μεγάλες, ὥστε δὲν ἠμπορεῖ νὰ τὶς βαστάσῃ πλέον ἡ μακροθυμία μου. 21 Πρέπει λοιπὸν νὰ κατέβω ἐκεῖ διὰ νὰ ἴδω, ἐὰν οἰ ἁμαρτίες των γίνωνται πράγματι, ὅπως ἀκριβῶς ἀνεβαίνουν πρὸς ἐμὲ οἱ θρηνητικὲς κραυγὲς τῶν ἀδικουμένων ἢ ὄχι. Θέλω νὰ πληροφορηθῶ, νὰ μάθω ἐξ ἰδίας ἀντιλήψεως, ἐάν οἱ ἄνθρωποι αὐτοὶ πράττουν τόσες παρανομίες». 22 Καὶ οἰ δυὸ ἀπὸ τοὺς τρεῖς φιλοξενουμένους τοῦ Ἀβραὰμ ἐπροχώρησαν πρὸς τὰ Σόδομα καὶ ἔφθασαν ἐκεῖ. Ὁ Ἀβραὰμ δὲ συνέχιζε νὰ στέκεται ὄρθιος ἐμπρὸς εἰς τὸν Κύριον, ὁ ὁποῖος ἔμεινε μαζὶ μὲ τὸν εὐσεβῆ δοῦλον του. 23 Καὶ ὁ Ἀβραάμ, ἀφοῦ ἐπλησίασε τὸν Κύριον, εἶπε: «Εἶναι δυνατὸν νὰ καταστρέψῃς τὸν δίκαιον μαζὶ μὲ τὸν ἀσεβῆ καὶ θὰ εἶναι λοιπὸν ὁ δίκαιος εἰς τὴν ἰδίαν μοῖραν μὲ τὸν ἀσεβῆ; 24 Ἐὰν εὑρίσκωνται εἰς τὴν πόλιν αὐτὴν πενήντα δίκαιοι, θὰ τοὺς καταστρέψῃς μαζὶ μὲ τοὺς ἀσεβεῖς; Δὲν θὰ ἀφήσῃς ἀτιμώρητον ὅλην τὴν πόλιν ἕνεκα τῶν πενήντα δικαίων, ἐὰν αὐτοὶ ζοῦν εἰς τὴν πόλιν αὐτήν; 25 Οὐδέποτε σὺ ὁ Θεὸς θὰ κάμῃς κάτι τέτοιο· ποτὲ δηλαδὴ δὲν θὰ φονεύσῃς τὸν δίκαιον μαζὶ μὲ τὸν ἀσεβῆ· εἶναι ἀδύνατον σὺ ὁ δίκαιος νὰ ἐξισώσῃς δίκαιον καὶ ἀσεβῆ καὶ νὰ συμπεριφερθῇς πρὸς αὐτοὺς μὲ τὸν ἴδιον τρόπον· οὐδέποτε θὰ κάμῃς κάτι τέτοιο. Σύ, ὁ ὁποῖος εἶσαι ὁ δίκαιος κριτὴς ὅλου τοο κόσμου, δὲν θὰ ἐφαρμόσῆς καὶ ἐδῶ δικαιοσύνην;» 26 Ὁ φιλάνθρωπος Κύριος ἐσυμφώνησε μὲ τὴν παράκλησιν τοῦ Πατριάρχου καὶ τοῦ ἀπάντησε· «δέχομαι τὴν ἱκεσίαν σου· ἐὰν εὑρίσκωνται εἰς τὰ Σόδομα πενήντα δίκαιοι, δὲν θὰ καταστρέψω ὁλόκληρον τὴν πόλιν καὶ ὅλον τὸν τόπον ἐκεῖνον πρὸς χάριν αὐτῶν τῶν ὀλίγων δικαίων». 27 Ὁ Ἀβραάμ, ἀφοῦ ἐπῆρε θάρρος καὶ ἐγνώρισε τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, ὑπέβαλε μὲ ταπείνωσιν καὶ συστολὴν δευτέραν παράκλησιν καὶ εἶπε: «Τώρα ἄρχισα νὰ ὁμιλῶ πρὸς τὸν Κύριόν μου· τολμῶ δὲ νὰ ὁμιλῶ, ἂν καὶ εἶμαι ἐμπρός σου ὡσὰν τὸ χῶμα, ποὺ πατοῦμεν· ὡσὰν τὴν στάχτην, ποὺ τὴν πετοῦν οἱ ἄνθρωποι ὡς ἄχρηστον πρᾶγμα. 28 Ἐὰν ὀλιγοστεύσουν οἱ πενήντα δίκαιοι κατὰ πέντε καὶ εὑρεθοῦν εἰς τὴν πόλιν τῶν Σοδόμων σαράντα πέντε δίκαιοι, θὰ καταστρέψῃς ὁλόκληρον τὴν πόλιν ἕνεκα τῆς ἐλλείψεως αὐτῶν τῶν πέντε δικαίων;» Καὶ ὁ φιλάνθρωπος Θεὸς ἀπάντησεν εἰς τὸν Ἀβραάμ· «ὄχι· δὲν θὰ καταστρέψω τὴν πόλιν, ἐὰν εὕρω εἰς αὐτὴν σαράντα πέντε δικαίους». 29 Ὁ δίκαιος Πατριάρχης ἐτόλμησε νὰ ὁμιλήσῃ πάλιν πρὸς τὸν Κύριον τοῦ οὐρανοῦ καὶ δειλά - δειλὰ εἶπεν· «ἐὰν δὲ εὐρεθοῦν ἐκεῖ εἰς τὰ Σόδομα σαράντα δίκαιοι, θὰ καταστρέψῃς τὴν πόλιν;» Καὶ ὁ Θεὸς τοῦ ἀπάντησε· «δὲν θὰ καταστρέψω τὴν πόλιν, ἐὰν εὕρω ἐκεῖ σαράντα δικαίους· πρὸς χάριν των δὲν θὰ τὴν τιμωρήσω». 30 Ὁ δίκαιος Ἀβραάμ, ὡσὰν νὰ ἔνοιωσε ἐντροπὴν διὰ τὴν πολλὴν μακροθυμίαν τοῦ Θεοῦ καὶ ἐπειδὴ ἐφοβήθη μήπως δώσῃ τὴν ἐντύπωσιν, ὅτι ἀσεβεῖ καὶ παρακαλεῖ περισσότερον ἀπὸ ὅ,τι πρέπει, εἶπε: «Μήπως θυμώσῃς, Κύριε, ἐὰν ὁμιλήσω καὶ πάλιν; Ἐὰν εὐρεθοῦν ἔτσι τριάντα δίκαιοι;» Καὶ ὁ Θεὸς τοῦ ἀπάντησεν· «ὅχι· δὲν θὰ καταστρέψω τὴν πόλιν, ἐὰν εὐρεθοῦν ἐκεῖ τριάντα· πρὸς χάριν τῶν τριάντα δικαίων δὲν θὰ τὴν ἐξολοθρεύσω». 31 Ἀλλ’ ὁ Ἀβραάμ, παρακινούμενος ἀπὸ μεγάλην φιλοστοργίαν, συνέχισε τὴν παράκλησίν του μὲ ἐπιμόνην καὶ εἶπεν· «ἐπειδὴ ἔχω τὸ θάρρος νὰ ὁμιλησω καὶ πάλιν πρὸς τὸν Κύριόν μου, τολμῶ καὶ τὸν ἐρωτῶ· ἐὰν εὐρεθοῦν ἐκεῖ εἴκοσι δίκαιοι;» Καὶ ὁ φιλάνθρωπος Θεὸς συγκαταβαίνων πρὸς τὴν ἐρώτησιν τοῦ ἐναρέτου δούλου του ἀπάντησεν· «ὄχι· δεν θὰ καταστρέψω τὴν πόλιν, ἐὰν εὕρω εἰς αὐτὴν εἴκοσι δικαίους· πρὸς χάριν των δὲν θὰ τὴν ἐξολοθρεύσω». 32 Ὁ δίκαιος Ἀβραάμ, βλέπων τὸν πλοῦτον τῆς θείας συγκαταβάσεως καὶ φιλανθρωπίας, εἶπε πάλιν: «Μήπως θυμώσῃς, Κύριε, ἐὰν ὁμιλήσω ἀκόμη μίαν φοράν; Μήπως κάμνω κάτι ἄξιον κατακρίσεως, ἐὰν ὁμιλήσω ἀκόμη μίαν φοράν; Καὶ ἐὰν εὑρεθοῦν ἐκεῖ δέκα δίκαιοι;» Καὶ ὁ μακρόθυμος Θεὸς τοῦ ἀπάντησεν· «ὄχι· δεν θὰ καταστρέφω τὴν πόλιν πρὸς χάριν αὐτῶν τῶν δέκα δικαίων». 33 Καὶ ὅταν ἔπαυσεν ὁ Κύριος νὰ συνομιλῇ με τὸν Ἀβραάμ, ὁ ὁποῖος ἐσιώπησε πλέον, ἀνεχώρησε. Καὶ ὁ Ἀβραὰμ ἐπέστρεψεν εἰς τὸν τόπον, ὅπου εὑρίσκετο ἡ σκηνή του. Ἐκαθησεν ἥσυχος καὶ ἐπερίμενε νὰ ἴδῃ τί θὰ ἀπογίνῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου