Τετάρτη 16 Οκτωβρίου 2024

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΖ´ 33 - 54
33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων. 38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· 42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ αὐτῷ· 43 πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. 45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλὶ ἠλὶ, λιμᾶ σαβαχθανί; τοῦτ’ ἔστι Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. 51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.

Ερμηνευτική απόδοση:
Καὶ ἀφοῦ ἦλθαν εἰς τόπον, ποὺ ἐλέγετο Γολγοθᾶ, ὅνομα τὸ ὁποῖον μεταφραζόμενον σημαίνει τόπος κρανίου 34 τοῦ ἔδωκαν νὰ πίῃ ξίδι ἀναμεμιγμένον μὲ χολήν, διὰ νὰ τοῦ φέρῃ κάποιαν νάρκωσιν καὶ μὴ αἱσθανθῇ πολὺ τοὺς πόνους τῆς σταυρώσεως καὶ δυσκολευθοῦν οἱ σταυρωταὶ εἰς τὴν ἐκτέλεσίν της.Καὶ ἀφοῦ τὸ ἐδοκίμασε, δὲν ἤθελε νὰ τὸ πίῃ. 35 Ὅταν δὲ τὸν ἐσταύρωσαν, διεμοίρασαν τὰ ἐνδύματά του ρίψαντες λαχνόν, 36 καὶ ἐκάθηντο καὶ τὸν ἐφύλατταν ἐκεῖ. 37 Καὶ ἐτοποθέτησαν ἐπάνω ἀπὸ τὴν κεφαλήν του τὴν κατηγορίαν τοῦ γραμμένην· Αὐτὸς εἶναι ὁ Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων. 38 Τότε σταυρώνονται μαζί του δύο λῃσταί, ὁ ἕνας ἀπὸ τὰ δεξιὰ καὶ ὁ ἄλλος ἀπὸ τὰ ἀριστερά του. 39 Ἐκεῖνοι δὲ ποὺ ἐπερνοῦσαν κοντά, τὸν ἐβλασφήμουν καὶ ἐκείνουν μὲ περιφρόνησιν καὶ κακίαν τὰς κεφαλάς των 40 λέγοντες· Σὺ ποὺ θὰ ἐκρήμνιζες τὸν ναὸν καὶ εἰς τρεῖς ἡμέρας θὰ τὸν οἰκοδομοῦσες, σῶσε τώρα τὸν ἑαυτόν σου.Ἐὰν εἶσαι υἱὸς τοῦ Θεοῦ, κατέβα ἀπὸ τὸν σταυρόν. 41 Κατὰ παρόμοιον δὲ τρόπον καὶ οἱ ἀρχιερεῖς τὸν περιέπαιζαν μαζὶ μὲ τοὺς γραμματεῖς καὶ τοὺς προεστοὺς καὶ τοὺς Φαρισαίους καὶ ἔλεγον· 42 Ἄλλους ἔσωσε μὲ τὰ ἀγυρτικά του θαύματα· τὸν ἑαυτόν του δὲν δύναται νὰ τὸν σώσῃ.Ἐὰν εἶναι βασιλεὺς τοῦ Ἰσραήλ, τοῦ εὐλογημένου δηλαδὴ λαοῦ τοῦ Θεοῦ, ἂς καταβῇ ἀπὸ τὸν σταυρὸν καὶ θὰ τὸν πιστεύσωμεν. 43 Ἔχει στηρίξει τὰς ἐλπίδας του καὶ τὴν πεποίθησίν του εἰς τὸν Θεόν.Ἂς τὸν γλυτώσῃ τώρα, ἐὰν πράγματι τὸν θέλῃ ὁ Θεός.Διότι εἶπεν,ὅτι εἶμαι υἱὸς τοῦ Θεοῦ. 44 Τὸ ἴδιο δὲ καὶ οἱ λῃσταί, ποὺ ἐσταυρώθησαν μαζί του, τὸν ὕβριζαν. 45 Ἀπὸ τὴν δωδεκάτην δὲ ὤραν ἔγινε σκοτάδι εἰς ὅλην τὴν γῆν ἕως τάς τρεῖς τὸ ἀπογεῦμα. 46 Κατὰ δὲ τὴν τρίτην ἀπογευματινὴν ὥραν ἐφώναξεν ὁ Ἰησοῦς μὲ φωνὴν μεγάλην καὶ εἶπεν· Ἠλί, ἠλί, λιμᾶ σαβαχθανί; Τοῦτ’ ἔστι, Θεέ μου, Θεέ μου, διατὶ μὲ ἐγκατέλιπες; 47 Μερικοὶ δὲ ἀπὸ ἐκείνους, ποὺ ἐστέκοντο ἐκεῖ καὶ δὲν ἐγνώριζαν τὴν ἀραμαϊκὴν γλῶσσαν, ὅταν ἤκουσαν αὐτό, ἔλεγαν ὅτι τὸν Ἠλίαν φωνάζει οὗτος. 48 Καὶ ἀμέσως ἕνας ἀπὸ αὐτοὺς ἔτρεξε καὶ ἐπῆρεν ἕνα σφουγγάρι καὶ ἀφοῦ τὸ ἐβούτηξε εἰς τὸ ξίδι, τὸ ἐτύλιξεν εἰς ἕνα καλάμι καὶ προσεπάθει νὰ τὸν ποτίσῃ. 49 Οἱ ὑπόλοιποι ὅμως ἔλεγον· Ἄφησε νὰ ἴδωμεν, ἐὰν θὰ ἔλθῃ ὁ Ἠλίας νὰ τὸν σώσῃ. 50 Ὁ δὲ Ἰησοῦς ἀφοῦ πάλιν ἐφώναξε μὲ φωνὴν μεγάλην, ἀφῆκε μόνος του καὶ θεληματικῶς νὰ φύγῃ ἐκ τοῦ σώματος ἡ ψυχή του. 51 Καὶ ἰδοὺ τὸ παραπέτασμα, ποὺ ἐχώριζεν εἰς τὸν ναὸν τὰ Ἅγια ἀπὸ τὰ Ἅγια τῶν Ἁγίων, ἐσχίσθη εἰς τὰ δύο, ἀπὸ ἐπάνω ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθῃ καὶ αἱ πέτραι εἰς τὴν περιφέρειαν τῆς Ἱερουσαλὴμ ἐσχίσθησαν ἐξ αἰτίας τοῦ σεισμοῦ, 52 καὶ τὰ μνημεῖα, ποὺ ἦσαν εἰς τοὺς σχισθέντας βράχους, ἠνοίχθησαν καὶ ἀπὸ τὰ ἀνοιχθέντα τὴν στιγμὴν αὐτὴν μνημεῖα πολλὰ σώματα τῶν πεθαμένων ἁγίων ἀνεστήθησαν, ὅταν μετὰ τρεῖς ἡμέρας ἀνεστήθη πρῶτος ὁ Χριστός, 53 καὶ ἀφοῦ ἐξῆλθον ἀπὸ τὰ μνημεῖα μετὰ τὴν Ἀνάστασίν του, ἐμβῆκαν εἰς τὴν ἁγίαν πόλιν καὶ ἐφανερώθησαν εἰς πολλούς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ ἐκεῖνοι, ποὺ μαζί του ἐφύλατταν τὸν Ἰησοῦν, ὅταν εἶδαν τὸν σεισμὸν καὶ ὅσα ἔγιναν, ἐφοβήθησαν πολὺ καὶ ἔλεγον· Πράγματι αὐτὸς ἦτο Υἱὸς Θεοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου