Ἐκ τοῦ κατὰ Ματθαῖον
ι΄ 2 – 8
Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐισι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, 3Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, 4Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. 5Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· 6πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Νεοελληνική απόδοση:
Τῶν δώδεκα ἀποστόλων ετὰ ὀνόματα εἶναι τὰ ἑξῆς: Πρῶτος ὁ Σίμων, ὁ ὁποῖος ὀνομάζεται Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφός του καὶ Ἰάκωβος ὁ υἱὸς τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφός του, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ υἱὸς τοῦ Ἀλφαίου καὶ Λεββαῖος, ὁ ὁποῖος ὠνομάσθη Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης, ὁ ὁποῖος καὶ τὸν παρέδωσε. Αὐτοὺς τοὺς δώδεκα ἔστειλε ὁ Ἰησοῦς καὶ τοὺς παρήγγειλε τὰ ἑξῆς, «Πρὸς τοὺς ἐθνικοὺς μὴ πηγαίνετε καὶ σὲ πόλιν τῶν Σαμαρειτῶν μὴ μπαίνετε, ἀλλὰ πηγαίνετε μάλλον εἰς τὰ χαμένα πρόβατα τῆς γενεᾶς τοῦ Ἰσραήλ». «Καθὼς πηγαίνετε, νὰ κηρύττετε καὶ νὰ λὲγετε ὅτι ἐπλησίασε ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενεῖς νὰ θεραπεύετε, νεκροὺς νὰ ἀνασταίνετε, λεπροὺς νὰ καθαρίζετε, δαιμόνια νὰ διώχνετε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου