Τετάρτη 1 Μαρτίου 2023

Αγιογραφικό ανάγνωσμα



Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. Β', 1-22)
Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς, κρύψῃς παρὰ σεαυτῷ, ἐπακούσεται σοφίας τὸ, οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν· παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ υἱῷ σου. Ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ, καὶ τῇ συνέσει δῷς φωνήν σου, καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον, καὶ ὡς θησαυρὸν ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις, ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. Καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ δὲ τὴν πορείαν αὐτῶν, τοῦ φυλάξασθαι ὁδοὺς δικαιωμάτων. καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. Τότε συνήσεις δικαιοσύνην καὶ κρῖμα, καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. Ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, βουλὴ καλὴ φυλάξει σε· ἔννοια δὲ ὁσία τηρήσει σε, ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς, καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. Ὢ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορευθῆναι ἐν ὁδοῖς σκότους! Ὢ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, καὶ χαίροντες ἐπὶ διαστροφῂ κακῂ! ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης. Υἱέ, μή σε καταλάβῃ βουλὴ κακή, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη· ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς, καὶ παρὰ τῷ ᾍδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας, αὐτῆς. Πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. Εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους τὰς τῶν δικαίων, λείας. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. Ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἀπ' αὐτῆς.

ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)
1. Παιδί μου, ἐάν παραδεχθῆς τά λόγια τῶν ἐντολῶν μου καί τά φυλάξης μέ προσοχήν ὡς θησαυρόν μέσα εἰς τήν καρδίαν σου,
2. τότε τό αὐτί σου θά προσέξη καί θά ἀκούση τά λόγια της θείας σοφίας καί θά τά βάλης μέσα στόν νοῦν καί τήν καρδίαν σου, διά νά σέ ἀναδείξουν συνετόν, καί θά τά χρησιμοποιῆς διά νά δίδης ὀρθᾶς συμβουλᾶς καί νουθεσίας στόν υἱόν σου.
3. Διότι, ἐάν μέ φλογερόν πόθον ἐπικαλεσθῆς τήν θείαν σοφίαν καί φωνάξης τήν σύνεσιν νά ἔλθη εἰς σέ, ἀναζητήσης δέ καί ἐπικαλεσθῆς μέ μεγάλην φωνήν τήν γνῶσιν τῆς θείας ἀληθείας,
4. καί ἄν τήν ἀναζητήσης μέ τόσον ζῆλον, μέ ὅσον ἀναζητεῖ κανείς τήν εὕρεσιν χρημάτων, ἐάν ἐρευνήσης δί' αὐτήν μέ ὅσον ἐνδιαφέρον ἐρευνοῦν διά πολλούς καί μεγάλους θησαυρούς,
5. τότε θά αἰσθανθῆς καί θά κατανοήσης τόν φόβον τοῦ Κυρίου· θά εὕρης καί θά ἀποκτήσης, ὅσον εἶναι δυνατόν εἰς τήν ἀνθρωπίνην διάνοιαν, τήν ἀληθινήν καί ἀνειπισφαλή γνῶσιν περί τοῦ Θεοῦ.
6. Διότι ὁ Κύριος εἶναι ἐκεῖνος, ὁ ὁποῖος χαρίζει τήν σοφίαν καί ἀπό αὐτόν πηγάζει καί ἐκχύνεται ἡ γνῶσις τῆς ἀληθείας καί ἡ σύνεσις.
7. Ἡ σοφία αὐτή προσφέρει καί ἀποταμιεύει θησαυρόν στούς εὐθεῖς ἀνθρώπους, εἰς αὐτούς πού ἔχουν ὑγιές καί ἠρωϊκόν τό φρόνημα, δηλαδή τούς χαρίζει τήν σωτηρίαν, προστατεύει δέ καί ὑπερασπίζει τούς δρόμους τῆς ζωῆς τῶν.
8. Τούς ἐνισχύει, ὥστε νά τηρήσουν καί νά φυλάξουν τάς ἐντολᾶς του. Ὁ δέ Θεός θά προφυλάξη ἀπό κάθε κίνδυνον τήν ζωήν ἐκείνων, πού τόν εὐλαβοῦνται.
9. Ὅταν δέ ἀποκτήσης τήν θείαν σοφίαν, τότε θά ἐννοήσης τήν ἀληθινήν δικαιοσύνην καί θά εἶσαι εἰς θέσιν νά κρίνης δικαίως. Θά ἐπιτύχης δέ, ὥστε νά κατορθώσης ὄλας τάς ἀγαθᾶς πράξεις.
10. Διότι, ἐάν ἡ σοφία ἔλθη καί κατασκηνώση εἰς τήν διάνοιάν σου, θεωρήσης δέ καί παραδεχθῆς τήν ἀπό τήν γνῶσιν τοῦ νόμου τοῦ Θεοῦ σύνεσιν καί διάκρισιν ὡς καλήν καί ὠφέλιμον,
11. τότε ἀπόφασις ἀγαθή καί συνετή θά σέ προφυλάξη ἀπό τάς ἁμαρτωλᾶς ἐκτροπᾶς· σκέψις δέ ἁγία θά σέ διατηρῆ ἐν τή ἀρετή καί πλησίον του Θεοῦ,
12. διά νά σέ γλυτώση ἔτσι ἀπό τόν ὀλέθριον δρόμον καί ἀπό ἄνθρωπον, ὁ ὁποῖος δέν λέγει ποτέ κάτι τό ἀληθινόν καί ἀξιόπιστον.
13. Ἀλλοίμονον ὅμως εἰς ἐκείνους, οἱ ὁποῖοι ἀφήνουν τάς εὐθείας ὁδούς τοῦ Κυρίου, διά νά πορευθοῦν καί βαδίσουν τούς ἁμαρτωλούς δρόμους τοῦ σκότους καί τῆς ἀπωλείας!
14. Ἀλλοίμονον εἰς ἐκείνους, οἱ ὁποῖοι εὐφραίνονται διά τά κακά, πού διαπράττουν οἱ ἴδιοι ἡ οἱ ἄλλοι, καί χαίρουν διά τήν πρός τό κακόν διαστροφήν αὐτῶν καί τῶν ἄλλων·
15. αὐτοί, τῶν ὁποίων οἱ δρόμοι εἶναι διεστραμμένοι καί αἵ πορεῖαι τῶν κυκλικαί ἐν τή δολιότητι τῶν,
16. ὥστε νά ἀπομακρύνουν καί σέ ἀπό τήν εὐθείαν ὁδόν καί νά σέ ἀποξενώσουν ἀπό τήν ὀρθήν καί δίκαιον φρόνησιν.
17. Παιδί μου, πρόσεχε νά μή σέ κυριεύση καί σέ ὑποδουλώση κακή καί διεστραμμένη θέλησις, ἡ ὁποία ἔχει ἀρνηθῆ καί ἐγκαταλείψει τήν διδασκαλίαν πού σύ ἤκουσες καί παρέλαβες κατά τήν νεότητά σου καί ἡ ὁποία θέλησις ἐλησμόνησε τόν θεῖον νόμον.
18. Αὐτή ἡ παράνομος καί κακή βουλή ἔχει στήσει τό σπίτι τῆς κοντά στόν θάνατον, τήν δέ πορείαν καί κατάληξίν της μέ τούς ὑλόφρονας ἀνθρώπους, τῶν ὁποίων τό κατάντημα εἶναι ὁ ἅδης.
19. Ὅλοι, ὅσοι βαδίζουν τούς δρόμους τῆς κακῆς βουλῆς καί μένουν ἀμετανόητοι, δέν θά ἐπιστρέψουν πρός τόν Θεόν, δέν θά εἰσέλθουν εἰς τήν εὐθείαν ὁδόν. Τέτοιοι δέ πού εἶναι δέν πρόκειται νά ζήσουν ἐπί ἔτη πολλά εἰς τήν γῆν, ὥστε νά ἔχουν εὐκαιρίας μετανοίας καί διορθώσεως·
20. ἐάν εἶχαν τήν καλήν διάθεσιν καί ἐβάδιζαν τούς ὀρθούς δρόμους, θά ἔβρισκαν τούς ὁμαλούς δρόμους τῆς δικαιοσύνης καί ἀρετῆς.
21. Ἐξ ἀντιθέτου, καλοί καί ἐνάρετοι ἄνθρωποι θά κατοικήσουν μονίμως καί ἐπί μακρόν εἰς τήν γῆν καί οἱ ἄκακοι θά ἀπομείνουν ὡς κύριοι εἰς αὐτήν. Διότι οἱ τίμιοι καί εἰλικρινεῖς θά κατοικήσουν εἰς τήν γῆν καί οἱ ὅσιοι καί καθαροί κατά τήν καρδίαν θά παραμείνουν εἰς αὐτήν.
22. Οἱ δρόμοι ὅμως τῶν ἀσεβῶν θά ἐξαφανισθοῦν ἀπό τήν γῆν, οἱ δέ παράνομοι θά ριφθοῦν ἔξω ἀπό αὐτήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου