Πέμπτη 13 Μαΐου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Δ´ 23 - 31
23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. 24 οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον· Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, 25 ὁ διὰ στόματος Δαυῒδ παιδός σου εἰπών· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; 26 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. 27 συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, 28 ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. 29 καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου 30 ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31 καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.

Νεοελληνική απόδοση:
Ὅταν δὲ οἱ Ἀπόστολοι ἀφέθησαν ἐλεύθεροι, ἦλθον εἰς ἐκείνους μὲ τοὺς ὁποίους συνεδέοντο διὰ τῆς πίστεως ὡς μέλη μιᾶς καὶ τῆς αὐτῆς οἰκογενείας καὶ τοὺς διηγήθησαν ὅσα εἶπον πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι. 24 Αὐτοὶ δέ, ὅταν ἤκουσαν αὐτά, ἀπὸ συμφώνου μὲ μίαν καρδίαν ὅλοι ὕψωσαν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον· Ὕψιστε κυρίαρχε τοῦ παντός, σὺ ποὺ ἔκαμες τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ ὅλα ὅσα ὑπάρχουν εἰς αὐτά· 25 Σύ, ποὺ εἶπες διὰ στόματος τοῦ δούλου σου Δαβίδ· διατί ἑκυριεύθησαν ἀπὸ μανίαν καὶ ἑξαγρίωσιν ἔθνη καὶ διατὶ λαοὶ ἐμηχανεύθησαν σχέδια, ποὺ θὰ ἀποτύχουν καὶ θὰ ἀποδειχθοῦν μάταια; 26 Ἐστάθησαν ὁ ἕνας κοντὰ εἰς τὸν ἄλλον ὅλοι μαζὶ εἰς πολεμικὴν παράταξιν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνηθροίσθησαν μὲ ἐχθρικὰς διαθέσεις κατὰ Κυρίου τοῦ Θεοῦ καὶ ἐναντίον ἐκείνου, τὸν ὁποῖον αὐτὸς ἔχρισε καὶ ἐγκατέστησεν αἰώνιον βασιλέα καὶ ἀρχιερέα καὶ προφήτην. 27 Καὶ ἡ προφητεία αὐτὴ τοῦ Δαβὶδ ἐπαλήθευσε σήμερον. Διότι πράγματι καὶ στὰ σωστὰ ἐμαζεύθησαν κατὰ τοῦ ἁγίου παιδός σου Ἰησοῦ, τὸν ὁποῖον ἔχρισες Λυτρωτὴν καὶ Σωτῆρα, ὁ Ἡρῴδης καὶ ὁ Πόντιος Πιλᾶτος μαζὶ μὲ εἰδωλολατρικὰ ἔθνη καὶ μὲ λαὸν ἀπὸ ὅλας τὰς φυλᾶς τοῦ Ἰσραήλ. 28 Ἀλλὰ καὶ ἐὰν ἐμαζεύθησαν ὅλοι αὐτοί, δὲν ἠμπόρεσαν νὰ κάμουν τίποτε παραπάνω ἀπὸ ὅσα τὸ πανίσχυρον καὶ παντοδύναμον χέρι σου καὶ ἡ πάνσοφος ἀπόφασίς σου ὥρισαν ἐκ προτέρου νὰ γίνουν. 29 Καὶ τώρα, Κύριε, ρίψε τὸ προστατευτικὸν δι’ ἡμᾶς βλέμμα σου εἰς τὰς ἀπειλάς των καὶ δῶσε εἰς τοὺς δούλους σου ἐνίσχυσιν καὶ χάριν διὰ νὰ λαλοῦν τὸν λόγον σου μὲ θάρρος καὶ μὲ ἀφοβίαν ἀπέναντι ὁποιασδήποτε ἀπειλῆς. 30 Καὶ ἔτσι νὰ κηρύττουν αὐτοὶ τὴν ἀλήθειαν, ἐνῷ σὺ θὰ ἑξαπλώνῃς τὸ παντοδύναμόν σου χέρι πρὸς θαυματουργικὴν θεραπείαν τῶν ἀσθενειῶν καὶ ἐνῷ θὰ γίνωνται σημεῖα ἀποδεικτικὰ καὶ θαύματα καταπληκτικὰ διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31 Καὶ ὅταν οὗτοι μὲ τὴν προσευχὴν αὐτὴν ἐπεκαλέσθησαν τὸν Θεόν, ἐσείσθη ὁ τόπος, εἰς τὸν ὁποῖον ἦσαν συναθροισμένοι, καὶ ἐπληρώθησαν ὅλοι μὲ Ἅγιον Πνεῦμα, καὶ ἐλάλουν μὲ ἄφοβον θάρρος τὸν λόγον τοῦ Θεοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου