Σάββατο 22 Μαΐου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Θ´ 19 - 31
19 Ἐγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ὄντων ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς, 20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ. 21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός. 23 ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν, παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσι· 25 λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς καθῆκαν διὰ τοῦ τείχους χαλάσαντες ἐν σπυρίδι. 26 Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶ μαθητής. 27 Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι Ἰησοῦ. 28 καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλήμ καὶ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, 29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν αὐτόν ἀνελεῖν. 30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. 31 Αἱ μὲν οὖν ἐκκλησίαι καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχον εἰρήνην οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου Πνεύματος ἐπληθύνοντο.

Νεοελληνική απόδοση:
Παρέμεινε δὲ ὁ Σαῦλος μαζὶ μὲ τοὺς μαθητὰς τοῦ Χριστοῦ, ποὺ ἦσαν εἰς τὴν Δαμασκόν, ἐπὶ ὀλίγας ἡμέρας. 20 Καὶ ἀμέσως ἐκήρυττεν εἰς τὰς συναγωγὰς τὸν Ἰησοῦν, διδάσκων ὅτι οὗτος εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ. 21 Ἔμεναν δὲ ἐκστατικοὶ ὅλοι, ὅσοι τὸν ἤκουαν καὶ ἔλεγαν· Δὲν εἶναι αὐτός, ὁ ὁποῖος εἰς τὴν Ἱερουσαλὴμ κατεδίωξε μὲ μανίαν καὶ μέχρις ἐξοντώσεως ἐκείνους, ποὺ ἐπικαλοῦνται εὐλαβῶς καὶ μετὰ πίστεως τὸ ὄνομα τοῦτο καὶ ὁ ὁποῖος εἶχεν ἔλθει ἐδῶ δι’ αὐτὸν ἀκριβῶς τὸν σκοπόν, διὰ νὰ ὁδηγήσῃ δηλαδὴ δεμένους εἰς τοὺς ἀρχιερεῖς αὐτούς, ποὺ πιστεύουν καὶ ἐπικαλοῦνται τὸ ὄνομα τοῦτο; 22 Ὁ Σαῦλος δὲ ἐν τῷ μεταξὺ ἐνισχύετο καὶ ἐστηρίζετο περισσότερον εἰς τὴν πίστιν καὶ μὲ τὰ ἐπιχειρήματά του ἔφερε σύγχυσιν εἰς τοὺς Ἰουδαίους, οἱ ὁποῖοι κατῴκουν ἐν Δαμασκῷ, καὶ ἀπεστόμωνεν αὐτοὺς ἀποδεικνύων διὰ τῆς συμφωνίας τῶν Προφητῶν, ὅτι αὐτὸς τὸν ὁποῖον ἐκήρυττεν, εἶναι ὁ Μεσσίας. 23 Ἀφοῦ δὲ συνεπληρώθησαν ἀρκεταὶ ἡμέραι, οἱ Ἰουδαῖοι συνεφώνησαν καὶ ἀπεφάσισαν ἀπὸ κοινοῦ νὰ τὸν φονεύσουν. 24 Ἔγινε δὲ γνωστὴ εἰς τὸν Σαῦλον ἡ ἐπιβουλὴ αὐτῶν. Καὶ οἱ Ἰουδαῖοι παρεφύλατταν τὰς πύλας τῆς πόλεως νύκτα καὶ ἡμέραν διὰ νὰ τὸν φονεύσουν. 25 Ἀλλ’ οἱ Χριστιανοὶ μαθηταὶ ἐπῆραν τὸν Παῦλον καὶ τὸν κατέβασαν ἐν καιρῷ νυκτὸς ἀπὸ κάποιο παράθυρον τοῦ τείχους, μὲ τὸ ὁποῖον ἦτο περιτειχισμένη ἡ Δαμασκός. Τὸν κατέβασαν δὲ διὰ σχοινίου μέσα εἰς κοφίνιον. 26 Ὅταν δὲ ὁ Παῦλος ἦλθεν εἰς τὴν Ἱερουσαλήμ, ἔκαμε συνεχεῖς ἀποπείρας διὰ νὰ προσκολληθῇ καὶ συνδεθῇ στενῶς πρὸς τοὺς μαθητάς. Ἀλλὰ τὸν ἐφοβοῦντο ὅλοι, διότι δὲν ἐπείθοντο, ὅτι εἶναι πράγματι πιστὸς καὶ εἰλικρινῆς μαθητὴς τοῦ Κυρίου. 27 Ὁ Βαρνάβας ὅμως παρέλαβεν αὐτὸν καὶ τὸν ὠδήγησεν εἰς τοὺς ἀποστόλους. Καὶ διηγήθη τότε ὁ Σαῦλος εἰς αὐτούς, πῶς εἶδε τὸν Κύριον εἰς τὸν δρόμον καὶ ὅτι ὁ Κύριος ὡμίλησεν εἰς αὐτὸν καὶ πῶς ἐν τῇ Δαμασκῷ ἐκήρυξε μὲ ἀφοβίαν καὶ μὲ θάρρος τὴν πίστιν εἰς τὸ ὅνομα τοῦ Ἰησοῦ. 28 Καὶ ἐπηγαινοήρχετο ὁ Παῦλος εἰς τοὺς ἀποστόλους συνεχῶς εἰς τὰ Ἱεροσόλυμα, διατηρῶν στενὰς σχέσεις μὲ αὐτούς, καὶ ὡμίλει μὲ ἀφοβίαν καὶ μὲ πίστιν ἀκλόνητον εἰς τὸ ὅνομα τοῦ Κυρίου Ἰησοῦ. 29 Ἐπὶ πλέον ὡμίλει καὶ συνεζήτει μὲ τοὺς ὁμιλοῦντας τὴν ἑλληνικὴν Ἰουδαίους ζητῶν νὰ πείσῃ αὐτούς, ὅτι ὁ Μεσσίας εἶναι ὁ Ἰησοῦς. Αὐτοὶ ὅμως ἐζήτουν εὐκαιρίαν καὶ προσεπάθουν νὰ τὸν φονεύσουν. 30 Ὅταν δὲ ἐπληροφορήθησαν τοῦτο οἱ ἀδελφοί, τὸν κατέβασαν μὲ πᾶσαν ἀσφάλειαν ἀπὸ τὰ Ἱεροσόλυμα εἰς τὴν Καισάρειαν καὶ ἀπ’ ἐκεῖ τὸν ἐξαπέστειλαν εἰς τὴν πατρίδα του τὴν Ταρσόν. 31 Ἔτσι λοιπὸν αἱ μὲν Ἐκκλησίαι, ποὺ ἦσαν καθ’ ὅλην τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν καὶ Σαμάρειαν, ἀπελάμβαναν εἰρήνην καὶ προώδευαν εἰς τὴν χριστιανικὴν γνῶσιν καὶ εὐσέβειαν, καὶ ἔζων οἱ Χριστιανοί των μὲ τὸν φόβον τοῦ Κυρίου, καὶ ἐπληθύνοντο διὰ τῆς ἐνισχύσεως καὶ παρηγορίας, ποὺ τοὺς μετέδιδε τὸ Ἅγιον Πνεῦμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου