Τρίτη 18 Μαΐου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Η´ 5 - 17
5 Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν· 6 προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. 7 πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν, 8 καὶ ἐγένετο πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ. 9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν. 10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη· 11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. 12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα ἐξίστατο. 14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην· 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα ἅγιον· 16 οὔπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 17 τότε ἐπετίθουν τὰς χεῖρας ἐπ’ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.

Νεοελληνική απόδοση:
Ὁ δὲ διάκονος Φίλιππος, ἀφοῦ κατέβη ἀπὸ τὰ Ἱεροσόλυμα εἰς καποίαν πόλιν τῆς Σαμαρείας, ἐκήρυττεν εἰς τοὺς κατοίκους της, ὅτι ὁ Ἰησοῦς ἦτο ὁ ὑπὸ τοῦ Θεοῦ χρισμένος Μεσσίας. 6 Τὰ πλήθη δὲ τοῦ λαοῦ ἐπρόσεχαν εἰς ἐκεῖνα ποὺ ἔλεγεν ὁ Φίλιππος. Καὶ τὰ ἐπρόσεχαν ὅλοι μαζὶ μὲ μιὰ καρδιά, διότι ἤκουαν τὸ κήρυγμα, ἀλλὰ καὶ ἔβλεπον συγχρόνως τὰ θαύματα, τὰ ὁποῖα ἔκαμεν ὁ Φίλιππος καὶ τὰ ὁποῖα ἦσαν σημάδια πείθοντα περὶ τοῦ ὅτι τὸ κήρυγμά του ἦτο ἐκ τοῦ Θεοῦ. 7 Ἦσαν δὲ πραγματικῶς τέτοια σημάδια τὰ θαύματα τοῦ Φιλίππου, διότι ἀπὸ πολλούς, ποὺ εἶχαν πνεύματα ἀκάθαρτα, ἔβγαιναν ταῦτα, ἀφοῦ ἐφώναζαν μὲ δυνατὴν φωνὴν καὶ ἔκαναν ταραχὴν μεγάλην. Πολλοὶ δὲ παράλυτοι καὶ χωλοὶ ἐθεραπεύθησαν. 8 Καὶ ἀπὸ τὰς ὑπερφυσικὰς ἐκείνας θεραπείας προεκλήθη μεγάλη χαρὰ εἰς τὴν πόλιν ἐκείνην. 9 Ὑπῆρχεν ὅμως ἀπὸ προτήτερα εἰς τὴν πόλιν ἐκείνην κάποιος ἄνθρωπος, ποὺ ἐλέγετο Σίμων, ὁ ὁποῖος εἰργάζετο τὰς μαγικάς τέχνας καὶ ἐξέπληττε μὲ τὰς μαγείας του τὸ ἔθνος τῆς Σαμαρείας, καὶ ἔλεγε διὰ τὸν ἑαυτόν του, ὅτι ἦτο κάποιος μεγάλος. 10 Καὶ ἐπρόσεχαν εἰς αὐτὸν καὶ τὸν ἤκουαν μετ’ ἐμπιστοσύνης ὅλοι ἀνεξαιρέτως ἀπὸ τὸν μικρὸν ἕως τὸν μεγάλον, καὶ ἔλεγον· εἰς αὐτὸν τὸν ἄνθρωπον ἔχει ἐνσαρκωθῆ ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη. 11 Ἐπρόσεχαν δὲ καὶ εἰς ὅσα ἔλεγε καὶ εἰς ὅσα ἐνήργει, διότι ἀπὸ μακρὸν χρόνον μὲ τὰς μαγείας τοὺς εἶχε καταπλήξει. 12 Ὅταν ὅμως ἐπίστευσαν εἰς τὸν Φίλιππον, ποὺ τοὺς ἐκήρυττε τὸ εὐαγγέλιον περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ περὶ τοῦ ὀνόματος τοῦ Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο καὶ ἄνδρες καὶ γυναῖκες. 13 Ἀλλὰ καὶ αὐτὸς ὁ Σίμων ἐπίστευσε. Καὶ ἀφοῦ ἐβαπτίσθη, παρέμενε συνεχῶς καὶ ἐπιμόνως πλησίον τοῦ Φιλίππου, καὶ ἐπειδὴ ἔβλεπεν ἐκ τοῦ πλησίον καὶ ἐπείθετο, ὅτι ἐγίνοντο σημεῖα καὶ θαύματα μεγάλα, διὰ τὰ ὁποῖα αὐτὸς μὲ ὅλας τὰς μαγείας του ἦτο ἀνίσχυρος, ἔμενεν ἐκστατικός. 14 Ἐν τῷ μεταξὺ δέ, ὅταν ἤκουσαν οἱ ἀπόστολοι, οἱ ὁποῖοι παρέμεναν ἀκόμη εἰς Ἱεροσόλυμα, ὅτι ἡ Σαμάρεια ἐδέχθη τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς τοὺς Σαμαρείτας τὸν Πέτρον καὶ τὸν Ἰωάννην, διὰ νὰ συμπληρώσουν τὸ κήρυγμα τοῦ Φιλίππου καὶ διὰ νὰ μεταδώσουν εἰς τοὺς βαπτισθέντας Πνεῦμα Ἅγιον. 15 Οὗτοι δέ, ἀφοῦ κατέβησαν εἰς Σαμάρειαν, προσηυχήθησαν ὑπὲρ αὐτῶν, διὰ νὰ λάβουν τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος. 16 Καὶ ἔκαμαν τὴν προσευχὴν αὐτήν, διότι δὲν εἶχεν ἀκόμη μεταδοδῆ εἰς κανένα ἀπὸ αὐτοὺς τὸ Ἅγιον Πνεῦμα, μόνον δὲ ἦσαν βαπτισμένοι εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 17 Τότε ἔθετον οἱ δύο ἀπόστολοι τὰς χεῖρας ἐπ’ αὐτῶν καὶ ἐλάμβανον οὗτοι Πνεῦμα Ἅγιον, ὅπως ἐφαίνετο καὶ αἰσθητῶς μὲ τὰ ἔκτακτα χαρίσματα, τὰ ὁποῖα μετεδίδοντο εἰς αὐτούς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου