Δευτέρα 11 Ιανουαρίου 2021

Αγιογραφικό ανάγνωσμα



 Ἐκ τοῦ κατὰ Λουκᾶν
δ΄ 1 - 15
Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψεν ὁ Ἰησοῦς ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον 2ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε. 3καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4καὶ ἀπεκρίθη ὁ Ἰησοῦς πρὸς αὐτὸν λέγων· Γέγραπται ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. 5Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου· 6καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν· 7σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοῦ πᾶσα. 8καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς· Ὕπαγε ὀπίσω μου σατανᾶ γέγραπται γὰρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 9Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσόλυμα, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, 11καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. 13Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ ἄχρι καιροῦ. 14Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ' ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.

Νεοελληνική απόδοση:
Ὁ Ἰησοῦς, γεμᾶτος Πνεῦμα Ἅγιον, ἐπέστρεψε ἀπὸ τὸν Ἰορδάνην καὶ ἐφέρετο ἀπὸ τὸ Πνεῦμα εἰς τὴν ἔρημον, ὅπου ἐπὶ σαράντα ἡμέρες ἐπειράζετο ἀπὸ τὸν διάβολον. Καὶ δὲν ἔφαγε τίποτε κατὰ τὰς ἡμέρας ἐκείνας καὶ ὅταν ἐτελείωσαν, ὕστερα ἐπείνασε. Εἶπε τότε εἰς αὐτὸν ὁ διάβολος, «Ἐὰν εἶσαι Υἱὸς τοῦ Θεοῦ, πὲς σὲ αὐτὴν τὴν πέτρα νὰ γίνῃ ψωμί». Καὶ ἀπεκρίθη εὶς αὐτὸν ὁ Ἰησοῦς, «Εἶναι γραμμένον ὅτι ὁ ἄνθρωπος δὲν ζῇ μόνον μὲ ψωμί, ἀλλὰ μὲ κάθε λόγον τοῦ Θεοῦ». Ὕστερα ὁ διάβολος τὸν ἀνέβασε σ’ ἕνα ψηλὸ βουνὸ καὶ τοῦ ἔδειξε, διὰ μίαν στιγμήν, ὅλα τὰ βασίλεια τῆς οἰκουμένης, καὶ τοῦ εἶπε, «Θὰ σοῦ δώσω ὅλην αὐτὴν τὴν ἐξουσίαν καὶ τὴν δόξαν τους, διότι σ’ ἐμὲ ἔχει παραδοθῆ καὶ σ’ ὅποιον θέλω τὴν δίνω. Ἐὰν λοιπὸν μὲ προσκυνήσῃς ὅλα θὰ εἶναι δικά σου». Καὶ ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Πήγαινε ὀπίσω μου, Σατανᾶ· εἶναι γραμμένον, Τὸν Κύριον τὸν Θεόν σου νὰ προσκυνᾷς καὶ αὐτὸν μόνον θὰ λατρεύῃς». Τὸν ἔφερε τότε εἰς τὴν Ἱερουσαλὴμ καὶ τὸν ἔστησε εἰς τὴν ἄκρη τῆς στέγης τοῦ ναοῦ καὶ τοῦ εἶπε, «Ἐὰν εἶσαι Υἱὸς τοῦ Θεοῦ, ρίξε τὸν ἑαυτόν σου ἀπ’ ἐδῶ κάτω, διότι εἶναι γραμμένον, Θὰ διατάξῃ διὰ σὲ τοὺς ἀγγέλους νὰ σὲ φυλάττουν, καί, Εἰς τὰ χέρια θὰ σὲ σηκώσουν διὰ νὰ μὴ σκοντάψῃ τὸ πόδι σου σὲ πέτρα». Ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Ἔχει λεχθῆ, Δὲν πρέπει νὰ πειράζῃς τὸν Κύριον τὸν Θεόν σου». Καὶ ἀφοῦ ἐξήντλησε κάθε πειρασμὸν ὁ διάβολος, ἔφυγε ἀπ’ αὐτὸν μέχρι καιροῦ. Καὶ ἐπέστρεψε ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν ὡπλισμένος μὲ τὴν δύναμιν τοῦ Πνεύματος· καὶ ἡ φήμη του διαδόθηκε εἰς ὅλα τὰ περίχωρα. Καὶ ἐδίδασκε εἰς τὰς συναγωγάς των καὶ ἀπὸ ὅλους ἐδοξάζετο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου