Σάββατο, 23 Ιανουαρίου 2021

Αγιογραφικό ανάγνωσμα



Ἐκ τοῦ κατὰ Μάρκον
δ΄ 35 - 41
Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· Διέλθωμεν εἰς τὸ πέραν. 36καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοῖα ἦν μετ' αὐτοῦ. 37καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη, τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη αὐτὸ βυθίζεσθαι. 38καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ εἶπε τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν; 41καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;

Νεοελληνική απόδοση:
 Τὴν ἡμέραν ἐκείνην, ὄταν ἐβράδυασε, τοὺς εἶπε, «Ἂς περάσωμεν εἰς τὴν ἀπέναντι ὄχθην». Καὶ ἀφοῦ ἄφησαν τὸν κόσμον, τὸν ἐπῆραν μαζί τους, ὅπως ἦτο, μέσα εἰς τὸ πλοιάριον. Ἦσαν καὶ ἄλλα πλοιάρια μαζί του. Καὶ γίνεται θύελλα μεγάλη καὶ τὰ κύματα ἐκτυποῦσαν ἐπάνω εἰς τὸ πλοιάριον, ὥστε ἄρχισε νὰ γεμίζῃ ἀπὸ νερά. Αὐτὸς δὲ ἤτανε εἰς τὴν πρύμνην καὶ ἐκοιμότανε ἐπάνω εἰς τὸ προσκέφαλον. Τότε τὸν ξυπνοῦν καὶ τοῦ λέγουν, «Διδάσκαλε, δὲν σὲ ἐνδιαφέρει ποὺ χανόμαστε;». Καὶ ἀφοῦ σηκώθηκε, ἐπέπληξε τὸν ἄνεμον καὶ εἶπε εἰς τὴν θάλασσαν, «Σώπα, βουβάσου». Καὶ ἐσταμάτησε ὁ ἄνεμος καὶ ἔγινε μεγάλη γαλήνη. Καὶ τοὺς εἶπε, «Γιατὶ εἶσθε τόσον δειλοί; Πῶς δὲν ἔχετε πίστιν;» Καὶ κατελήφθησαν ἀπὸ μεγάλον φόβον καὶ ἔλεγαν μεταξύ τους, «Ποιὸς ἄραγε εἶναι αὐτὸς, ἀφοῦ καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα τὸν ὑπακούουν;».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου