Ἐκ τοῦ κατὰ Μάρκον
α΄ 23 - 28
Τῷ καιρῷ ἐκείνῳ ἄνθρωπός τις ἦν ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε λέγων· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. 25καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστι τοῦτο; τὶς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ' ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 28καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Νεοελληνική απόδοση:
Εἰ τὴν συναγωγήν τους ἦτο κάποιος ποὺ εἶχε πνεῦμα ἀκάθαρτον καὶ ἐφώναξε, «Αἴ, τὶ ἐπεμβαίνεις σ’ ἐμᾶς, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες νὰ μᾶς καταστρέψῃς; Ξέρω ποιὸς εἶσαι, ὁ Ἅγιος τοῦ Θεοῦ». Καὶ ὁ Ἰησοῦς τὸ ἐπέπληξε καὶ εἶπε, «Βουβάσου καὶ ἔβγα ἀπὸ αὐτόν». Καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἀφοῦ τὸν συνετάραξε καὶ ἀφοῦ ἐφώναξε μὲ δυνατὴ φωνήν, ἐβγῆκε ἀπὸ αὐτόν. Καὶ ὅλοι κατελήφθησαν ἀπὸ θαυμασμόν, ὥστε νὰ συζητοῦν καὶ νὰ λέγουν, «Τὶ εἶναι αὐτό; Τὶ εἶναι ἡ νέα αὐτὴ διδασκαλία, ἀφοῦ μὲ ἐξουσίαν διατάσσει ἀκόμη καὶ τὰ ἀκάθαρτα πνεύματα καὶ ὑπακούουν εἰς αὐτόν;». Καὶ ἀμέσως διαδόθηκε ἡ φήμη του παντοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου