Σάββατο 21 Σεπτεμβρίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Λουκᾶν
δ΄ 31 - 36
Τῷ καιρῷ ἐκείνῳ, ῆλθεν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας, καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι· 32καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 33Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξε φωνῇ μεγάλῃ, 34λέγων· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. 35καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ' αὐτοῦ, μηδὲν βλάψαν αὐτόν. 36καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται;

Νεοελληνική απόδοση:
Καὶ κατέβηκε εἰς τὴν Καπερναούμ, ἡ ὁποία εἶναι πόλις τῆς Γαλιλαίας, καὶ τοὺς ἐδίδασκε κατὰ τὰ Σάββατα· καὶ ἐξεπλήττοντο διὰ τὴν διδασκαλίαν του, διότι ὁ λόγος του εἶχε δύναμιν. Εἰς τὴν συναγωγὴν ὑπῆρχε κάποιος ποὺ εἶχε πνεῦμα διαμονίου ἀκαθάρτου καὶ ἐφώναζε μὲ δυνατὴν φωνήν, «Αἴ, τί ἐπεμβαίνεις σ’ ἐμᾶς, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες νὰ μᾶς καταστρέψῃς; Ξέρω ποιὸς εἶσαι· ὁ Ἅγιος τοῦ Θεοῦ». Καὶ ἐπέπληξε αὐτὸ ὁ Ἰησοῦς καὶ τοῦ εἶπε, «Βουβάσου καὶ ἔβγα ἀπὸ αὐτόν». Τότε τὸ δαιμόνιον ἀφοῦ τὸν ἔρριξε εἰς τὸ μέσον, ἐβγῆκε ἀπὸ αὐτὸν χωρὶς νὰ τὸν βλάψῃ καθόλου. Καὶ ὅλοι ἐθαμβώθηκαν καὶ ἔλεγαν μεταξύ τους, «Τί λόγος εἶναι αὐτός! Διατάσσει μὲ ἐξουσίαν καὶ δύναμιν τὰ ἀκάθαρτα πνεύματα καὶ βγαίνουν;».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου