Σάββατο 20 Απριλίου 2019

Αγιογραφικό ανάγνωσμα


Ιωάννην ια΄ 38-45
 38Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ' αὐτῷ. 39λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι. 40λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ; 41ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω. 44καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. 45Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν. 

Νεοελληνική απόδοση:
Ὁ Ἰησοῦς ἀφοῦ πάλιν ἀναστέναξε μέσα του, ὴλθε εἰς τὸ μνῆμα. Ἦτο δὲ τοῦτο σπήλαιον καὶ ἕνας λίθος ἦτο εἰς τὸ στόμιον. Λέγει ὁ Ἰησοῦς, «Σηκῶστε τὸν λίθον». Ἡ Μάρθα, ἡ ἀδελφὴ τοῦ ἀποθανόντος, τοῦ λέγει, «Κύριε, τώρα θὰ μυρίζῃ ἄσχημα, διότι εἶναι ἡ τετάρτη ἡμέρα». Ὁ Ἰησοῦς τῆς λέγει, «Δὲν σοῦ εἶπα ὅτι ἐὰν πιστέψῃς θὰ ἰδῇς τὴν δόξαν τοῦ Θεοῦ;». Ἐσήκωσαν τότε τὸν λίθον ὅπου εὑρίσκετο ὁ νεκρός. Ὁ δὲ Ἰησοῦς ἐσήκωσε τὰ μάτια πρὸς τὰ ἐπάνω καὶ εἶπε, «Πατέρα, σὲ εὐχαριστῶ, διότι μὲ ἄκουσες. Ἐγὼ βέβαια ἤξερα ὅτι πάντοτε μὲ ἀκοῦς ἀλλὰ τὸ εἶπα διὰ τὸν λαὸν ποὺ παρευρίσκεται, γιὰ νὰ πιστέψουν ὅτι σὺ μὲ ἔστειλες». Καὶ ἀφοῦ εἶπε αὐτά, ἐφώναξε μὲ δυνατὴν φωνήν, «Λάζαρε, ἔλα ἔξω». Καὶ ἐβγῆκε ἐκεῖνος ποὺ εἶχε πεθάνει, δεμένος τὰ χέρια καὶ τὰ πόδια μὲ λευκὲς ταινίες, καὶ τὸ πρόσωπόν του γύρω δεμένο μὲ μαντῆλι. Τοὺς εἶπε τότε ὁ Ἰησοῦς, «Λύστε τον καὶ ἀφῆστέ τον νὰ φύγῃ». Πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους, οἱ ὁποῖοι εἶχαν ἔλθει εἰς τὴν Μαρίαν καὶ εἶδαν τί ἔκανε ὁ Ἰησοῦς, ἐπίστεψαν σ’ αὐτόν·

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου