Τετάρτη 27 Νοεμβρίου 2024

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΛΟΥΚΑΝ Κ´ 1 - 8
1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2 καὶ εἶπον πρὸς αὐτόν λέγοντες· Εἰπέ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; 3 ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· 4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 6 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Ερμηνευτική απόδοση:
ΚΑΤΑ ΛΟΥΚΑΝ Κ´ 1 - 8
1 Καὶ κατὰ μίαν ἀπὸ τὰς ἀξιομνημονεύτους ἐκείνας ἡμέρας, ἐνῷ αὐτὸς ἐδίδασκε τὸν λαὸν εἰς τὸ ἱερὸν καὶ ἐκήρυττε τὸ εὐαγγέλιον τῆς σωτηρίας, συνέβη νὰ ἔλθουν ἔξαφνα οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς μαζὶ μὲ τοὺς προεστοὺς 2 καὶ τοῦ εἶπαν αὐτοὺς τοὺς λόγους· Εἰπέ μας, μὲ ποίαν ἐξουσίαν ἐνεργεῖς αὐτά; Ἢ ποῖος σοῦ ἔδωκε τὴν ἐξουσίαν αὐτὴν τοῦ νὰ διώχνῃς ἀπὸ τὸ ἱερὸν τοὺς ἀνθρώπους καὶ νὰ διδάσκῃς μέσα εἰς τὸν ἱερὸν αὐτὸν τόπον; 3 Ἀπεκρίθη δὲ καὶ τοὺς εἶπε· θὰ σᾶς ἐρωτήσω καὶ ἐγὼ περὶ ἑνὸς ζητήματος. Ἐφ’ ὅσον δὲ σεῖς παρουσιάζεσθε ὡς ἐξουσιοδοτημένοι διδάσκαλοι, ὁμιλήσατε πρῶτοι καὶ εἴπατέ μου τὴν ἐπὶ τοῦ ἐρωτήματός μου τούτου ἀπάντησίν σας. 4 Τὸ βάπτισμα τοῦ Ἰωάννου, ὁ ὁποῖος ἐμαρτύρησε δι’ ἐμὲ καὶ ὑπῆρξε πρόδρομός μου, ἦτο ἀπὸ τὸν οὐρανὸν καὶ ἀπὸ ἐντολὴν τοῦ Θεοῦ ἢ ἦτο ἀπὸ ἐπινόησιν καὶ ἐντολὴν ἀνθρώπων; 5 Αὐτοὶ δὲ ἐσυλλογίσθησαν μεταξύ των καὶ εἶπαν, ὅτι ἐὰν εἴπωμεν, ὅτι ἦτο ἐξ οὐρανοῦ καὶ συνεπῶς εἶχεν ὁρισθῇ ἀπὸ τὸν Θεόν, θὰ εἴπῃ, διατὶ λοιπὸν δὲν ἐπιστεύσατε εἰς αὐτόν; 6 Ἐὰν δὲ εἴπωμεν, ὅτι τὸ βάπτισμα τοῦ Ἰωάννου ἦτο ἐπινόησις ἀνθρώπων, ὅλος ὁ λαὸς θὰ μᾶς καταλιθοβολήσῃ, διότι ὅλοι εἶναι πεπεισμένοι, ὅτι ὁ Ἰωάννης ἦτο προφήτης. 7 Καὶ αὐτοί, ποὺ ἐκαυχῶντο, ὅτι ἦσαν oὶ ἀνεγνωρισμένοι διδάσκαλοι τοῦ Ἰσραήλ, ἀπεκρίθησαν, ὅτι δὲν ἤξευραν, πόθεν ἦτο τὸ βάπτισμα τοῦ Ἰωάννου. 8 Καὶ τότε ὁ Ἰησοῦς εἶπεν εἰς αὐτούς· Οὔτε ἐγὼ σᾶς λέγω, μὲ ποίαν ἐξουσίαν καὶ μὲ ποῖον δικαίωμα πράττω αὐτὰ ποὺ βλέπετε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου