ΓΕΝΕΣΙΣ Γ´ 1 - 20
1 Ο δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; 2 καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ παραδείσου φαγούμεθα, 3 ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ, οὐ δὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. 4 καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ ἀποθανεῖσθε· 5 ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. 6 καὶ εἶδεν ἡ γυνή, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ᾿ αὐτῆς, καὶ ἔφαγον. 7 καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. 8 Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὅ τε ᾿Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. 9 καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν ᾿Αδὰμ καὶ εἶπεν αὐτῷ· ᾿Αδάμ, ποῦ εἶ; 10 καὶ εἶπεν αὐτῷ· τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. 11 καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες; 12 καὶ εἶπεν ὁ ᾿Αδάμ· ἡ γυνή, ἣν ἔδωκας μετ᾿ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. 13 καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. 14 καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. 15 καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. 16 καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. 17 τῷ δὲ ᾿Αδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· 18 ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. 19 ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς γὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· 20 καὶ ἐκάλεσεν ᾿Αδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.

Νεοελληνική απόδοση:
1 Ο δὲ φίδι ἦταν τὸ πιὸ ἔξυπνον διὰ να ἀπατᾷ, τὸ πιὸ πανοῦργον καὶ δόλιον ἀπὸ ὅλα τὰ ἄγρια θηρία, ποὺ ὑπῆρχαν εἰς τὴν γῆν καὶ τὰ ὁποῖα ἐδημιούργησεν ὁ Θεός. Διὰ τοῦτο ὁ διάβολος, κινούμενος ἀπὸ φθόνον ἐναντίον τοῦ ἀνθρώπου, μὲ τὴν μορφὴν φιδιοῦ ἢ κρυμμένος εἰς ἕνα φίδι, ἐπλησίασε τὴν Εὕαν, ποὺ ἐστέκετο μόνη κοντὰ εἰς τὸ δένδρον μὲ τὸν ἀπαγορευμένον καρπόν. Καὶ ἀφοῦ διέστρεψε τὴν ἐντολὴν τοῦ Θεοῦ πρὸς τοὺς πρωτοπλάστους, τὴν ἐρώτησεν· «εἶναι λοιπὸν ἀλήθεια, ὅτι ὁ Θεὸς εἶπε να μὴ φάγετε ἀπὸ τοὺς καρποὺς ὅλων τῶν δένδρων, ποὺ ὑπάρχουν εἰς τὸν Παράδεισον;» 2 Ἡ γυναῖκα ἀντὶ νὰ ἀποστραφῇ καὶ ἀποπέμψῃ τὸν διάβολον, ποὺ διέστρεψε τὴν ἐντολὴν τοῦ Θεοῦ, παίρνει θάρρος, διότι ἀκούει ἕνα φίδι νὰ τῆς ὁμιλῇ καὶ ἀποκαλύπτει εἰς τὸν διάβολον ὅλην τὴν ἐντολήν, καὶ λέγει: Ὁ Θεὸς μᾶς εἶπεν· «ἀπὸ κάθε καρπὸν τῶν δένδρων, ποὺ εὑρίσκονται εἰς τὸν Παράδεισον νὰ τρώγωμεν, 3 ἀπὸ τὸν καρπὸν ὅμως τοῦ δένδρου, ποὺ εὑρίσκεται εἰς τὸ μέσον τοῦ Παραδείσου, μόνον ἀπὸ αὐτὸν μᾶς εἶπεν ὁ Θεός· «νὰ μὴ φάγετε ἀπὸ αὐτόν, οὐδὲ κὰν νὰ τὸν ἐγγίσετε, διὰ νὰ μὴ ἀποθάνετε». 4 Ἀφοῦ ὁ διάβολος εἶδεν, ὅτι ἡ γυναῖκα ἐμίλησεν ἀδιάφορα, χαλαρὰ καὶ χλιαρὰ διὰ τὴν ἀπειλὴν τοῦ Θεοῦ, τὴν συνεβούλευσεν ἀντίθετα πρὸς τὸν Θεὸν καὶ τῆς εἶπε· «καθόλου δεν θὰ ἀποθάνετε, ἐὰν φάγετε»· 5 (συκοφαντῶν δὲ τὸν Θεὸν ὡς φθονερόν, ὑπεσχέθη μεγάλα ὠφελήματα) καὶ ἐπρόσθεσε· «διότι ἐγνώριζεν ὁ Θεός, ὅτι τὴν ἡμέραν ἀκριβῶς, ποὺ θὰ φάγετε ἀπὸ τὸν καρπὸν αὐτόν, θὰ διανοιχθοῦν τὰ μάτια σας καὶ θὰ γίνετε ὅμοιοι πρὸς αὐτόν, ὡς παντογνώσται καὶ παντοδύναμοι θεοί, γνωρίζοντες κα διακρίνοντες τὸ καλὸν ἀπὸ τὸ κακόν». 6 Καὶ ἐπειδὴ ἡ γυναῖκα ἄρχισε νὰ περιεργάζεται μὲ προσοχὴν καὶ περιέργειαν τὸ δένδρον καὶ ἔτσι ἄρχισε νὰ ὑποχωρῇ εἰς τὰ λόγια τοῦ διαβόλου, ἐσκοτίσθηκεν ὁ νοῦς καὶ αἰχμαλωτίσθηκε ἡ θέλησίς της. Καὶ τότε ἀντελήφθη ὅτι ἦταν καλὸν νὰ φάγῃ ἀπὸ τοὺς καρποὺς τοῦ δένδρου· ὅτι τοῦτο ἦταν ὡραῖον καὶ εὐχάριστον εἰς τὰ μάτια καὶ ὅτι ἦταν ἐπιθυμητὸν νὰ τὸ δοκιμάσῃ, διότι θὰ τῆς ἔδιδε τὴν γνῶσιν. Καὶ τότε ἄπλωσε τὸ χέρι καὶ ἔλαβε μόνη της ἀπὸ τὸν καρπὸν τοῦ δένδρου καὶ ἔφαγε. Καὶ ἀφοῦ ἔφαγεν, ἔδωκε καὶ εἰς τὸν ἄνδρα της καὶ ἔφαγαν καὶ οἰ δύο ἀπὸ τὸν ἀπαγορευμένον καρπόν. Ἔτσι διεπράχθη ἐλεύθερα καὶ ἀβίαστα ἡ πρώτη καὶ μεγάλη ἁμαρτία τοῦ ἀνθρώπου. 7 Καὶ μόλις ἔφαγαν, ἐπειδὴ παρέβησαν τὴν ἐντολὴν τοῦ Θεοῦ, ἔχασαν πλέον τὴν θείαν χάριν ποὺ τοὺς περιέβαλλε καὶ τοὺς ἐστόλιζε· τότε ἄνοιξαν τὰ μάτια τῆς ψυχῆς καὶ τῶν δύο καὶ ἀντελήφθησαν ὅτι ἦσαν γυμνοί. Καὶ ἐπειδὴ δὲν ἠμποροῦσαν νὰ ὑποφέρουν τὴν ἐντροπὴν τῆς γυμνότητος, συνέρραψαν φύλλα συκιᾶς, ποὺ εἶναι πλατειὰ καὶ μεγάλα, καὶ κατεσκεύασαν μὲ αὐτὰ ζωνάρια πλατειά, διὰ νὰ σκεπάσουν μέρος τοῦ γυμνοῦ σώματός των. 8 Καὶ ἐπειδὴ ὁ Θεὸς ἠθέλησε νὰ τοὺς κάμῃ αἰσθητὴν τὴν παρουσίαν του, οἱ πρωτόπλαστοι ἄκουσαν τὸν θόρυβον τῶν βημάτων του κατὰ τὸ δειλινόν· καὶ τότε ὁ Ἀδὰμ καὶ ἡ γυναῖκα του ἀπὸ τὴν ἐντροπὴν καὶ τὸν φόβον τῆς τιμωρίας ἀμέσως ἐκρύβησαν ἀπὸ τὸν Θεὸν μεταξὺ τῶν δένδρων τοῦ Παραδείσου. 9 Καὶ ὁ παντοδύναμος καὶ ἀπειροτέλειος Θεός, ποὺ ἔτρεξεν ἀμέσως, διὰ νὰ φροντίσῃ μὲ ἀγάπην τὸ πλάσμα του, ἐπροσκάλεσε τὸν Ἀδὰμ καὶ τοῦ εἶπεν, ὡς δικαστὴς ἥμερος καὶ φιλάνθρωπος: «Ἀδάμ, ποῦ σὲ ἀφῆκα καὶ ποὺ εἶσαι τώρα; Πῶς σὲ ἔπλασα καὶ πῶς εἶσαι τώρα; Τὶ σοῦ συνέβη;» 10 Καὶ ὁ Ἀδάμ, ἀντὶ νὰ ὁμολογήσῃ τὴν ἁμαρτίαν του, ἀπάντησεν εἰς τὸν Θεόν: «Ἄκουσα τὸν θόρυβον τῶν βημάτων σου, καθὼς ἐπερπατοῦσες εἰς τὸν Παράδεισον καὶ μὲ ἐκυρίευσε φόβος, διότι εἶμαι γυμνός· διὰ τοῦτο ἔτρεξα καὶ ἐκρύφθηκα. διὰ νὰ μὴ με συναντήσῃς». 11 Ὁ Θεός, ἂν καὶ ἐγνώριζε τὰ πάντα, ἐρώτησε μὲ φιλανθρωπίαν τὸν Ἀδὰμ διὰ να τὸν βοηθήσῃ νὰ ὁμολογήσῃ τὴν ἁμαρτίαν του καὶ μετανοήσῃ: «Ποῖος σὲ ἐπληροφόρησε καὶ σοῦ ἀπεκάλυψε ὅτι εἶσαι γυμνός; Μήπως ἔφαγες ἀπὸ τὸν καρπὸν τοῦ δένδρου, ἀπὸ τὸν ὁποῖον καὶ μόνον σοῦ παρήγγειλα νὰ μὴ φάγῃς;» 12 Καὶ ὁ Ἀδάμ, κατηγορῶν ὡς ὑπεύθυνον τῆς πράξεώς του τὴν γυναῖκα του, ἀπάντησε δικαιολογουμενος· «ἡ γυναῖκα, τὴν ὁποῖον σὺ ὁ Θεὸς μοῦ ἔδωκες ὡς σύντροφον καὶ βοηθόν μου, αὐτὴ μοῦ ἔδωκεν ἀπὸ τὸν ἀπαγορευμένον καρπὸν τοῦ δένδρου καὶ ἔφαγα χωρὶς νὰ γνωρίζω ἀπὸ ποίαν αἰτίαν κινουμένη τὸ ἔκαμε». 13 Καὶ ὁ Θεός, ἀπευθυνόμενος πρὸς τὴν γυναῖκα, εἶπεν: Ἄκουσες τὸν ἄνδρα σου νὰ καταλογίζῃ εἰς σὲ τὴν αἰτίαν τῆς παρακοῆς του· «Ἕνεκα ποίας ἀφορμῆς λοιπὸν τὸ ἔκαμες αὐτό; Διατὶ ἔγινες αἰτία τόσης ἐντροπῆς καὶ διὰ τὸν ἑαυτόν σου καὶ διὰ τὸν ἄνδρα σου;» Καὶ ἡ γυναῖκα, ἀκολουθοῦσα τὴν τακτικὴν τοῦ Ἀδάμ, ἔρριψε τὴν εὐθύνην εἰς τὸ φίδι καὶ ἀπάντησεν· «ὁ πονηρὸς διάβολος, μὲ τὴν μορφὴν τοῦ πανούργου φιδιοῦ, μὲ ἐξαπάτησε καὶ ἔφαγα». 14 Καὶ ὁ Θεός, χωρὶς νὰ καλέσῃ εἰς ἀπολογίαν τὸν πονηρόν, διότι αὐτὸς ἦταν ὁ καθ’ αὑτὸ αἴτιος τοῦ κακοῦ, εἶπεν εἰς τὸ ὄργανόν του τὸ φίδι· «ἐπειδὴ ἔκαμες τὸ μεγάλο τοῦτο κακὸν καὶ ἐπρόσφερες ὑπηρεσίαν εἰς τὴν ἀπάτην τοῦ διαβόλου καὶ μετέφερες τὴν πονηρὰν συμβουλὴν εἰς τὸν ἄνθρωπον, θὰ εἶσαι τὸ πιὸ καταράμενον ἀπὸ ὅλα τὰ ἥμερα ζῶα καὶ ἀπὸ ὅλα τὰ ἄγρια θηρία τῆς γῆς». Καὶ διὰ νὰ εἶσαι μόνιμος διδάσκαλος ἐκείνων ποὺ θὰ ἐτολμοῦσαν νὰ παραβοῦν τὸν νόμον μου, σοῦ ἐπιβάλλω διαρκῆ τιμωρίαν· «διατάσσω νὰ σύρεσαι εἰς τὴν γῆν μὲ τὸ στῆθος καὶ τὴν κοιλίαν σου καί, ὡς δεῖγμα τελείου ἐξευτελισμοῦ, νὰ τρώγῃς χῶμα ὄλες τὶς ἡμέρες τῆς ζωῆς σου. 15 Καὶ θὰ θέσω ἔχθραν καὶ μῖσος, πόλεμον ἀδιάλλακτον καὶ συνεχῇ μεταξὺ σοῦ, τοῦ διαβόλου, καὶ μεταξὺ τῆς γυναικὸς καὶ τῶν εὐσεβῶν ἀπογόνων της, ὅσοι θὰ γεννῶνται φυσικῶς ἀπὸ ἄνδρα καὶ γυναῖκα· καὶ μεταξὺ τῶν ἀπογόνων καὶ τῶν δαιμονοκινήτων ὀργάνων σου, καὶ μεταξὺ Ἐκείνου, τοῦ Χριστοῦ, ὁ ὁποῖος θὰ γεννηθῇ κατὰ τρόπον ὑπερφυσικὸν ἀπὸ γυναῖκα Παρθένον, τὴν Μαρίαν· μόνος αὐτὸς ἀπὸ ὅλους τοὺς ἀνθρώπους δικαιοῦται νὰ ὀνομάζεται σπέρμα γυναικός, ἡ δὲ μητέρα του Θεοτόκος. Αὐτός, ὁ Ἰησοῦς Χριστός, ὁ υἱὸς τῆς Παρθένου, θὰ σοῦ καταπατήσῃ καὶ συντρίψῃ τὴν κεφαλήν, θὰ ἀνατρέψῃ ὅλα τὰ δόλια σχέδιά σου, θὰ καταργήσῃ τὴν βασιλείαν καὶ τὰ ὄργανά σου, θὰ σὲ ἀφανίσῃ ὁλοσχερῶς. Καὶ σύ, ὁ διάβολος, θὰ τοῦ δαγκάσῃς μόνον τὴν πτέρναν, θὰ τὸν μωλωπίσῃς ἁπλῶς· θὰ προσβάλῃς μόνον τὴν ἀνθρωπίνην φύσιν του καὶ θὰ τοῦ προξενήσῃς πόνον προσωρινὸν μὲ τὰ ὄργανά σου, τοὺς Γραμματεῖς καὶ Φαρισαίους. 16 Καὶ πρὸς τὴν γυναῖκα εἶπεν ὁ Θεός: Ἐγὼ ἠθέλησα ἐξ ἀρχῆς νὰ ἔχῃς ζωὴν χωρὶς πόνους καὶ ταλαιπωρίες· τώρα ὅμως, διότι παρήκουσες τὴν ἐντολήν μου, «θὰ αὐξήσω ὑπερβολικὰ καὶ θὰ καταστήσω σφοδρὲς τὶς θλίψεις καὶ τὶς στενοχωρίες σου κατὰ τὴν ἐγκυμοσύνην, καὶ τὰ βάσανά σου διὰ τὴν ἀνατροφὴν τῶν παιδιῶν σου· ὅλη ἡ ζωή σου θὰ εἶναι ζυμωμένη μὲ λῦπες. Μὲ ὀδύνες καὶ πόνους θὰ γεννᾷς τὰ τέκνα σου». Σὲ ἔκαμα ὁμότιμον πρὸς τὸν ἄνδρα, ἀλλὰ σὺ παρεσύρθης ἀπὸ τὸν διάβολον, παρέσυρες δὲ καὶ τὸν ἄνδρα σου· διὰ τοῦτο «ἀπὸ τώρα θὰ ὑποτάσσεσαι καὶ θὰ ἐξαρτᾶσαι ἀπὸ τὸν σύζυγόν σου· αὐτὸς θὰ εἶναι ὁ κύριος καὶ ἐξουσιαστής σου· ὄχι ὁ καταπιεστής σου, ἀλλὰ ὁ κηδεμόνας, ἡ καταφυγή, ἡ προστασία καὶ ἡ ἀσφάλειά σου εἰς τὰ βάσανα, ποὺ θὰ σὲ συναντοῦν». 17 Καὶ πρὸς τὸν Ἀδὰμ εἶπεν, εἰς ἀπάντησιν τῆς δικαιολογίας του: «Ἐπειδὴ ἄκουσες τί σοῦ εἶπεν ἡ γυναῖκα σου καὶ ἔφαγες ἀπὸ τὸν καρπὸν τοῦ δένδρου, ἀπὸ τὸ ὁποῖον καὶ μόνον σὲ διέταξα νὰ μὴ φάγῃς· ἐπειδὴ ἐπροτίμησες ἀντὶ τῆς συμβουλῆς μου τὴν κακὴν συμβουλὴν τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τὸν καρπὸν τοῦ δένδρου, ποὺ εἶχες ἐντολὴν ἀπὸ αὐτὸ καὶ μόνον νὰ μὴ φάγῃς, διὰ τοῦτο θὰ ἀλλάξουν πλέον οἱ συνθῆκες καὶ οἰ ὅροι τῆς ζωῆς σου· να εἶναι καταραμένη ἡ γῆ, ὅλη ἡ ὁρατὴ δημιουργία καὶ νὰ παύσῃ νὰ εἶναι τόπος εὐτυχίας καὶ ἀνέσεως. Τώρα διὰ νὰ δώσῃ ἡ γῆ καρπούς, πρέπει να ἐργασθῇς πολὺ βαρειὰ καὶ σκληρὰ καὶ νὰ τὴν ποτίσῃς μὲ τὸν ἱδρῶτα σου. Μὲ λῦπες ἀπὸ ἀρρώστιες, θλίψεις, θανάτους προσφιλῶν σου, θεομηνίες, στερήσεις, συνεχεῖς μέριμνες νὰ κερδίζῃς τὴν τροφήν σου ἀπὸ τὴν γῆν, ὅλες τὶς ἡμέρες τῆς ζωῆς σου. 18 Ἡ καλλιεργήσιμος γῆ ἀπὸ εὔφορος νὰ γίνῃ ξηρὰ καὶ ἄγονος· νὰ βλαστάνῃ διὰ σὲ ἀγκάθια καὶ τριβόλια, τὰ ὁποῖα θὰ σοῦ κάμνουν μεγάλους τοὺς κόπους, καὶ βάσανα καὶ τὶς θλίψεις, καὶ θὰ σοῦ ὑπενθυμίζουν τὴν κατάραν· καὶ νὰ τρώγῃς τὰ ἄγρια χόρτα τοῦ ἀγροῦ. 19 Μὲ τὸν ἱδρῶτα τοῦ προσώπου σου θὰ κερδίζῃς καὶ θὰ τρώγῃς τὸ ψωμί σου, μέχρις ὅτου ἀποθάνῃς καὶ ἐπιστρέψῃ τὸ σῶμα σου εἰς τὴν γῆν, ἀπὸ τὴν ὁποίαν ἐδημιουργήθη· διότι χῶμα εἶσαι, ἀπὸ χῶμα ἐπλάσθη τὸ σῶμα σου καὶ εἰς τὸ χῶμα πρέπει νὰ ἐπιστρέψῃ πάλιν· τὸ σῶμα σου θὰ διαλυθῇ εἰς τὴν ὕλην ἐκείνην, ἀπὸ τὴν ὁποίαν ἐπλάσθης. Ὁ σωματικὸς θάνατος θὰ εἶναι τὸ τέλος τῶν θλίψεων καὶ τῶν ἱδρώτων σου». 20 Καὶ ὁ Ἀδὰμ ὠνόμασε τὴν γυναῖκα τοῦ Ζωήν, διότι αὐτὴ θὰ ἦταν ἡ ἀρχὴ ὅλων, ὅσοι ἐπρόκειτο νὰ προέλθουν ἀπὸ αὐτήν· ἡ μητέρα, ἡ ρίζα, τὸ θεμέλιον ὅλων τῶν μετέπειτα γενεῶν τῶν ἀνθρώπων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου