Τετάρτη 24 Μαρτίου 2021

Αγιογραφικό ανάγνωσμα



ΓΕΝΕΣΙΣ Ε´ 16 - 26
16 καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ιάρεδ ἔτη τριάκοντα καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 17 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε. 18 Καὶ ἔζησεν ᾿Ιάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν ᾿Ενώχ. 19 καὶ ἔζησεν ᾿Ιάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 20 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ιάρεδ δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. 21 Καὶ ἔζησεν ᾿Ενὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα. 22 εὐηρέστησε δὲ ᾿Ενὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 23 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ενὼχ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη. 24 καὶ εὐηρέστησεν ᾿Ενὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός. 25 Καὶ ἔζησε Μαθουσάλα ἑπτὰ ἔτη καὶ ἑξήκοντα καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Λάμεχ. 26 καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ δύο καὶ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

Νεοελληνική απόδοση:
16 Καὶ ὁ Μαλελεήλ, μετὰ τὴν γέννησιν τοῦ Ἰάρεδ, ἔζησεν ἑπτακόσια τριάντα ἔτη καὶ κατὰ τὰ ἔτη αὐτὰ ἐγέννησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες. 17 Τοιουτοτρόπως ὅλες οἱ ἡμέρες τοῦ Μαλελεήλ, τὶς ὁποῖες ἔζησεν, ἔφθασαν συνολικῶς τὰ ὀκτακόσια ἐνενῆντα πέντε ἔτη (895), καὶ ἔπειτα ἀπέθανε. 18 Καὶ ἔζησεν ὁ Ἰάρεδ ἑκατὸν ἑξῆντα δύο ἔτη καὶ εἰς τὴν ἡλικίαν αὐτὴν ἐγέννησε τὸν Ἐνώχ. 19 Καὶ ὁ Ἰάρεδ, μετὰ τὴν γέννησιν τοῦ Ἐνώχ, ἔζησεν ὀκτακόσια ἔτη καὶ κατὰ τὰ ἔτη αὐτὰ ἐγέννησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες. 20 Τοιουτοτρόπως ὅλες οἱ ἡμέρες τοῦ Ἰάρεδ, τὶς ὁποῖες ἔζησεν, ἔφθασαν συνολικῶς τὰ ἐννιακόσια ἑξῆντα δύο ἔτη (962), καὶ ἔπειτα ἀπέθανε. 21 Καὶ ἔζησεν ὁ Ἐνὼχ ἑκατὸν ἑξῆντα πέντε ἔτη καὶ εἰς τὴν ἡλικίαν αὐτὴν ἐγέννησε τὸν Μαθουσάλα. 22 Καὶ ὁ Ἐνώχ, μετὰ τὴν γέννησιν τοῦ Μαθουσάλα, ἔζησεν ἐπὶ διακόσια ἔτη μὲ δικαιοσύνην, πίστιν καὶ εὐλάβειαν συμφώνως πρὸς τὸ θέλημα τοῦ Θεοῦ· ἡ θεάρεστος ζωή του εὐχαρίστησε πολὺ τὸν Θεόν· καὶ κατὰ τὰ διακόσια αὐτὰ ἔτη ἐγέννησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες. 23 Τοιουτοτρόπως ὅλες οἱ ἡμέρες τοῦ Ἐνώχ, τὶς ὁποῖες ἔζησεν, ἔφθασαν συνολικῶς τὰ τριακόσια ἑξῆντα πέντε ἔτη (365). 24 Καὶ ὁ Ἐνὼχ μὲ τὴν ἐνάρετον ζωήν του εὐχαρίστησε πολὺ τὸν Θεόν, καὶ διὰ τοῦτο δὲν ἀνευρίσκετο πλέον εἰς τὴν γῆν, διότι ὁ Θεὸς τὸν μετέθεσεν ἀπὸ τὴν ζωὴν αὐτὴν εἰς τὸν οὐρανὸν ζωντανόν, χωρὶς νὰ ἀποθάνῃ σωματικῶς, ὅπως ἀπέθνησκαν ὅλοι. 25 Καὶ ἔζησεν ὁ Μαθουσάλα ἑκατὸν ἑξῆντα ἑπτὰ ἔτη καὶ εἰς τὴν ἡλικίαν αὐτὴν ἐγέννησε τὸν Λάμεχ. 26 Καὶ ὁ Μαθουσάλα, μετὰ τὴν γέννησιν τὸ Λάμεχ, ἔζησεν ὀκτακόσια δύο ἔτη καὶ κατὰ τὰ ἔτη αὐτὰ ἐγέννησε καὶ ἄλλους υἱοὺς καὶ θυγατέρες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου