Ἐκ τοῦ κατὰ Ματθαῖον
γ΄ 1 - 6
Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ᾽Ιωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ᾽Ιουδαίας καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ ᾽Ησαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ ὁ ᾽Ιωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν ῾Ιεροσόλυμα καὶ πᾶσα ἡ ᾽Ιουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ ᾽Ιορδάνου,καὶ ἐβαπτίζοντο ἐν τῷ ᾽Ιορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

Νεοελληνική απόδοση:
Κατὰ τὰς ἡμέρας ἐκεῖνας, ἐμφανίζεται ὁ Ἰωάννης ὁ Βαπτιστὴς καὶ κηρύττει εἰς τὴν ἔρημο τῆς Ἰουδαίας, καὶ λέγει, «Μετανοεῖτε, διότι ἐπλησίασε ἡ βασιλεία τῶν οὐρανῶν». Αὐτὸς εἶναι ἐκεῖνος, διὰ τὸν ὁποῖον ἐμίλησε ὁ προφήτης Ἡσαΐας, ὅταν εἶπε, «Φωνὴ ἑνὸς ποὺ φωνάζει εἰς τὴν ἔρημο· ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, κάμετε ἴσιους τοὺς δρόμους του». Ὁ Ἰωάννης εἶχε ἔνδυμα ἀπὸ τρίχες καμήλου καὶ δερμάτινην ζώνην γύρω ἀπὸ τὴν μέσην του, ἡ δὲ τροφή του ἦτο ἀκρίδες καὶ ἄγριον μέλι. Τότε ἐξήρχοντο πρὸς αὐτὸν τὰ Ἱεροσόλυμα καὶ ὁλόκληρη ἡ Ἰουδαία καὶ ὅλα τὰ περίχωρα τοῦ Ἰορδάνη καὶ ἐβαπτίζοντο ἀπὸ αὐτὸν εἰς τὸν Ἰορδάνην ποταμόν, ἀφοῦ ἐξωμολογοῦντο τὰς ἀμαρτίας των.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου