Σάββατο, 9 Ιανουαρίου 2021

Αγιογραφικό ανάγνωσμα



Ἐκ τοῦ κατὰ Μάρκον
α΄ 9 - 15
Ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. 10καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπ' αὐτόν· 11καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. 12Καὶ εὐθέως τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον· 13καὶ ἦν ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. 14Μετὰ δὲ τὸ παραδοθῆναι Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ 15καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

Νεοελληνική απόδοση:
Κατ’ ἐκείνας τὰς ἡμέρας ἦλθεν ὁ Ἰησοῦς ἀπὸ τὴν Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθηκε εἰς τὸν Ἰορδάνην ἀπὸ τὸν Ἰωάννην. Καὶ ἐνῷ ἀνέβαινε ἀπὸ τὸ νερὸ, εἶδε νὰ ἀνοίγουν οἱ οὐρανοὶ καὶ τὸ Πνεῦμα σὰν περιστερὰ νὰ κατεβαίνῃ ἐπάνω του. Καὶ φωνὴ ἀκούσθηκε ἀπὸ τοὺς οὐρανούς: Σὺ εἶσαι ὁ Υἱός μου ὁ ἀγαπητὸς εἰς τὸν ὁποῖον εὐαρεστοῦμε. Καὶ ἀμέσως τὸ Πνεῦμα τὸν ὁδηγεῖ ἔξω εἰς τὴν ἔρημον καὶ ἔμεινε εἰς τὴν ἔρημον σαράντα ἡμέρες, πειραζόμενος ἀπὸ τὸν Σατανᾶν. Καὶ ἦτο μαζὶ μὲ τὰ θηρία καὶ οἱ ἄγγελοι τὸν ὑπηρετοῦσαν. Μετὰ τὴν σύλληψιν τοῦ Ἰωάννου, ἦλθε ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν καὶ ἐκήρυττε τὸ εὐαγγέλιον τοῦ Θεοῦ καὶ ἔλεγε ὅτι ὁ χρόνος ἔχει συμπληρωθῆ καὶ ἐπλησίασε ἡ βασιλεία τοῦ Θεοῦ. «Μετανοεῖτε καὶ πιστεύετε εἰς τὸ εὐαγγέλιον».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου