Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 7:1-6
Ἀδελφοί, ὁ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὁ συναντήσας ᾽Αβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν ᾽Αβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων· ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ δεκάτην ᾽Αβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ᾽ ἔστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος ᾽Αβραάμ· ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωται τὸν᾽Αβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.
Νεοελληνική απόδοση:
Αὐτὸς ὁ Μελχισεδὲκ ἦτο βασιλεὺς τῆς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ συνήντησε τὸν Ἀβραάμ, ἐπιστρέφοντα ἀπὸ τὴν κατατρόπωσιν τῶν βασιλέων καὶ τὸν εὐλόγησε, καὶ εἰς αὐτὸν ὁ Ἀβραὰμ ἔδωκε τὸ δέκατον ἀπ’ ὅλα τὰ λάφυρα. Κατὰ τὴν ἑρμηνείαν τοῦ ὀνόματός του, εἶναι πρῶτα βασιλεὺς δικαιοσύνης, ἔπειτα εἶναι καὶ βασιλεὺς Σαλήμ, δηλαδή, βασιλεὺς εἰρήνης. Δὲν ἔχει πατέρα, οὔτε μητέρα, οὔτε γενεαλογίαν, αἱ ἡμέραι του δὲν ἔχουν ἀρχὴν οὔτε ἡ ζωή του τέλος, ἀλλ’ ἐξομοιωμένος πρὸς τὸν Υἱὸν τοῦ Θεοῦ, μένει ἱερεὺς παντοτινά. Συλλογισθῆτε πόσον μεγάλος ἄνθρωπος ἦτο αὐτός, ἀφοῦ ἀκόμη καὶ ὁ πατριάρχης Ἀβραὰμ τοῦ ἔδωκε τὸ δέκατον ἀπὸ τὰ λάφυρα. Καὶ ὅσοι μὲν ἀπὸ τοὺς ἀπογόνους τοῦ Λευΐ γίνονται ἱερεῖς, ἔχουν ἐντολὴν νὰ παίρνουν σύμφωνα μὲ τὸν νόμον, τὸ δέκατον ἀπὸ τὸν λαόν, δηλαδὴ ἀπὸ τοὺς ἀδελφούς των, ἂν καὶ αὐτοὶ κατάγωνται ἀπὸ τὸν Ἀβραάμ. Ἀλλ’ ὁ Μελχισεδέκ, ἂν καὶ δὲν προέρχεται ἀπὸ τὴν γενεὰν ἐκείνων, ἐπῆρε τὸ δέκατον ἀπὸ τὸν Ἀβραὰμ καὶ εὐλόγησε ἐκεῖνον, ποὺ εἶχε τὰς ὐποσχέσεις.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου