Δευτέρα 2 Δεκεμβρίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Λουκᾶν
κ΄ 27 - 44
Τῷ καιρῷ ἐκείνῳ, προσελθόντες τῷ Ἰησοῦ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν 28λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· 30καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· 31καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον· 32ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. 33ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 34καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται· 35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται· 36οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ. 38Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. 39ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· Διδάσκαλε, καλῶς εἶπας. 40οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. 41Εἶπε δὲ πρὸς αὐτούς· Πῶς λέγουσι τὸν Χριστὸν υἱόν Δαυῒδ εἶναι; 42καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου 43ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱός αὐτοῦ ἐστιν;

Νεοελληνική απόδοση:
 Μερικοὶ ἀπὸ τοὺς Σαδδουκαίους, οἱ ὁποῖοι λέγουν ὅτι δὲν ὑπάρχει ἀνάστασις νεκρῶν, τὸν ἐπλησίασαν καὶ τὸν ἐρώτησαν, «Διδάσκαλε, ὁ Μωϋσῆς μᾶς ἄφησε γραπτὴν ἐντολὴν ὅτι ἐὰν ὁ ἀδελφὸς κάποιου ἔχῃ γυναῖκα καὶ πεθάνῃ ἄτεκνος, ὀφείλει ὁ ἀδελφός του νὰ πάρῃ τὴν γυναῖκα καὶ νὰ γεννήσῃ ἀπόγονον τοῦ ἀδελφοῦ του. Ὑπῆρχαν λοιπὸν ἑπτὰ ἀδελφοί. Ὁ πρῶτος ἐπῆρε γυναῖκα καὶ πέθανε ἄτεκνος· ὁ δεύτερος ἐπῆρε τὴν γυναῖκα ἀλλὰ πέθανε καὶ αὐτὸς ἄτεκνος· ἐπίσης τὴν ἐπῆρε ὁ τρίτος, καὶ κατὰ τὸν ἴδιο τρόπο καὶ οἱ ἑπτὰ δὲν ἄφησαν παιδιὰ καὶ πέθαναν. Τελευταία ἀπὸ ὅλους πέθανε καὶ ἡ γυναῖκα. Κατὰ τὴν ἀνάστασιν λοιπὸν ποίου ἀπ’ αὐτοὺς θὰ εἶναι σύζυγος; Διότι καὶ οἱ ἑπτὰ τὴν εἶχαν σύζυγον. Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Οἱ ἄνθρωποι τοῦ κόσμου τούτου νυμφεύονται καὶ ὑπανδρεύονται, ἀλλ’ ἐκεῖνοι ποὺ ἐκρίθησαν ἄξιοι νὰ κερδήσουν τὸν κόσμον ἐκεῖνον καὶ τὴν ἀνάστασιν ἐκ νεκρῶν, οὔτε νυμφεύονται οὔτε ὑπανδρεύονται, οὔτε εἶναι δυνατὸν νὰ πεθάνουν πλέον, διότι εἶναι ἴσοι πρὸς τοὺς ἀγγέλους καὶ εἶναι υἱοὶ τοῦ Θεοῦ, ἐφ’ ὅσον εἶναι συμμέτοχοι τῆς ἀναστάσεως. Ὅτι θὰ ἀναστηθοῦν οἱ νεκροί, τὸ ἔκανε γνωστὸν καὶ ὁ Μωϋσῆς εἰς τὸ μέρος περὶ τῆς βάτου, ὅπου λέγει διὰ τὸν Κύριον ὅτι εἶναι ὁ Θεὸς τοῦ Ἀβραάμ καὶ Θεὸς τοῦ Ἰσαάκ, καὶ Θεὸς τοῦ Ἰακώβ. Ὁ Θεὸς δὲν εἶναι Θεὸς νεκρῶν ἀλλὰ ζωντανῶν· γι’ αὐτὸν ὅλοι εἶναι ζωντανοί». Μερικοὶ ἀπὸ τοὺς γραμματεῖς ἀπεκρίθησαν, «Διδάσκαλε, καλὰ εἶπες». Καὶ δὲν ἐτολμοῦσαν πλέον νὰ τὸν ἐρωτήσουν διὰ τίποτε. Εἶπε δὲ εἰς αὐτούς, «Πῶς λέγουν ὅτι ὁ Χριστὸς εἶναι υἱὸς τοῦ Δαυΐδ; Ὁ ἴδιος ὁ Δαυΐδ λέγει εἰς τὸ βιβλίον τῶν Ψαλμῶν, Εἶπε ὁ Κύριος εἰς τὸν Κύριόν μου· κάθησε εἰς τὰ δεξιά μου, ἕως ὅτου κάνω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδών σου. Ὥστε ὁ Δαυΐδ τὸν ὀνομάζει Κύριον· πῶς λοιπὸν εἶναι δυνατὸν νὰ εἶναι υἱός του;».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου