Δευτέρα 27 Φεβρουαρίου 2023

Αγιογραφικό ανάγνωσμα



Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. Α', 1-20)
Παροιμίαι Σολομῶντος υἱοῦ Δαυΐδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ, γνῶναι σοφίαν καὶ παιδείαν, καὶ νοῆσαι λόγον φρονήσεως, δέξασθαί τε στροφὰς λόγων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ, καὶ κρῖμα κατευθύνειν, ἵνα δῷ ἀκάκοις πανουργίαν. Παιδὶ δὲ νέῳ, αἴσθησίν τε καὶ ἔννοιαν. Τῶν τε γὰρ ἀκούσας σοφός, σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολήν, καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Ἀρχὴ σοφίας, φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν, εὐσέβεια εἰς Θεόν, ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν, ἀσεβεῖς ἐξουθενήσουσιν. Ἄκουε, Υἱέ, νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμούς μητρός σου. Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Υἱέ, μὴ σὲ πλανήσωσιν ἀσεβεῖς ἄνδρες, μηδὲ βουληθῇς, ἐὰν παρακαλέσωσί σε, λέγοντες· ἐλθὲ μεθ' ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, καταπίωμεν δὲ αὐτόν, ὥσπερ ᾍδης ζῶντα, καὶ ἄρωμεν τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς, τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων, τὸν δὲ κλῆρόν σου βάλε ἐν μέσῳ ἡμῶν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν· Υἱέ μου, μὴ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν, ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι, καὶ ταχινοί εἰσι τοῦ ἐκχέαι αἷμα. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. Αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, θησαυρίζουσιν ἑαυτόῖς κακά, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων, κακή. Αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται. Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἔχει.

ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)
1. Ὅσα ἀκολουθοῦν εἶναι παροιμίαι, παραβολαί καί γνωμικά καί ἀποφθέγματα τοῦ Σολομῶντος, υἱοῦ τοῦ Δαυίδ, ὁ ὁποῖος ὑπῆρξε βασιλεύς τοῦ ἰσραηλιτικοῦ λαοῦ.
2. Σκοπόν ἔχουν αἵ παροιμίαι αὐταί νά καταστήσουν γνωστήν τήν θείαν σοφίαν καί τήν ὠφέλιμον διά τήν ψυχήν ἐκ μέρους τοῦ Θεοῦ παιδαγωγίαν καί νά κάμουν τόν ἄνθρωπον ἱκανόν νά κατανόηση τούς λόγους, διά τῶν ὁποίων θά ἀποκτήση φρόνησιν καί σύνεσιν.
3. Ἀκόμη δέ νά δώσουν εἰς αὐτόν τήν ἱκανότητα, ὥστε νά κατανοῆ καί νά ἀποκρούη τήν ἀπάτην τῶν περίτεχνων λόγων καί τά ὑποκρυπτόμενα αὐτῶν νοήματα, νά ἐννοήση καί δεχθῆ τήν ἀληθινήν δικαιοσύνην τοῦ Θεοῦ, ὥστε νά εἶναι εἰς θέσιν νά ἐκφέρη δικαίας κρίσεις καί ἀποφάσεις.
4. Σκοπός ἐπίσης τῶν παροιμιῶν εἶναι, νά δώση στούς ἀδόλους καί ἀπονηρεύτους σύνεσιν καί εὐφυΐαν, εἰς δέ τόν νεαρόν κατά τήν ἡλικίαν συναίσθησιν καί γνῶσιν τοῦ καλοῦ καί κακοῦ.
5. Ἀλλά καί αὐτός ἀκόμη ὁ σοφός, ὅταν ἀκούση τάς παροιμίας αὐτᾶς, θά γίνη περισσότερον σοφός. Ὁ δέ ἐκ φύσεως εὐφυής καί συνετός θά ἀποκτήση περισσοτέραν σύνεσιν καί ἱκανότητα, ὥστε ὀρθῶς νά διακυβερνᾶ τήν ζωήν του καί τούς ἄλλους.
6. Μέ τάς σοφάς αὐτάς παροιμίας καθένας θά εἶναι εἰς θέσιν νά ἐννοῆ παραβολήν καί δυσνόητον λόγον, ὅπως ἐπίσης ρητά καί γνωμικά τῶν σοφῶν καί αἰνιγματώδεις ἐκφράσεις, ὑπό τάς ὁποίας κρύπτεται κάποιο βαθύτερον νόημα.
7. Ἀρχή καί θεμέλιον πάσης σοφίας εἶναι ὁ σεβασμός καί ὁ φόβος πρός τόν Θεόν. Ἡ δέ σύνεσις εἶναι κατ' ἐξοχήν ὠφέλιμος εἰς ἐκείνους, ὁ ὁποῖοι ἐφαρμόζουν τά σοφά προστάγματα της εἰς τήν ζωήν των. Ἡ πρός τόν Θεόν εὐσέβεια εἶναι ἡ ἀρχή καί τό θεμέλιόν τῆς ἀληθινῆς σοφίας καί γνώσεως. Οἱ ἀσεβεῖς ὅμως, δι' ὁ καί ἀσύνετοι, θά περιφρονήσουν τήν θείαν σοφίαν καί παιδαγωγίαν.             
8. Σύ ὅμως, υἱέ, ἄκουε μετά προσοχῆς καί ὑπάκουε προθύμως εἰς τήν διδασκαλίαν καί παιδαγωγίαν τοῦ πατρός σου. Ποτέ δέ νά μή ἀποστροφῆς καί ἀπορρίψης τάς στοργικάς παραγγελίας καί τούς θεσμούς τῆς μητρός σου.
9. Διότι, ἐάν προθύμως δεχθῆς τήν παιδαγωγίαν τῶν γονέων σου, θά τιμηθῆς, θά δεχθῆς εἰς τήν κεφολήν σου στέφανον ἀπό τάς χάριτας τῶν ἀρετῶν καί περί τόν λαιμόν σου περιδέραιον χρυσοῦν, ἀσυγκρίτως πολυτιμότερον ἀπό κάθε ἄλλο κόσμημα.
10. Παιδί μου, πρόσεχε νά μή σέ παραπλανήσουν πρός τό κακόν ἀσεβεῖς ἄνθρωποι καί ποτέ νά μή συγκατατεθῆς εἰς τάς ἁμαρτωλάς αὐτῶν σκέψεις καί προτάσεις.
11. Ἐάν παρουσιασθοῦν ὡς φίλοι σου καί σέ προσκαλέσουν καί σοῦ εἴπουν· “ἔλα μαζή μας, λάβε μέρος καί σύ στό αἷμα, τό ὁποῖον θά χύσωμεν· ἄς θανατώσωμεν ἀδίκως ἄνδρα δίκαιον καί τό πτῶμα του ἄς τό κρύψωμεν βαθειά στόν τάφον.
12. Ζωντανόν ἄς τόν καταπίωμεν, ὅπως ὁ ἅδης. Ἄς σβήσωμεν τό ὄνομά του καί τήν ἀνάμνησίν του ἀπό τούς ἀνθρώπους τῆς γῆς, ὥστε κανείς πλέον νά μή τόν ἐνθυμῆται.
13. Ἄς βάλωμεν χέρι καί ἄς κάμωμεν ἰδικήν μας τήν μεγάλην περιουσίαν του, ἄς γεμίσωμεν δέ τά σπίτια μας ἀπό λάφυρα, τά ὁποῖα θά ἁρπάσωμεν ἀπό τούς ἄλλους μέ τάς ληστείας καί τά ἐγκλήματά μας.
14. Ὅσα χρήματα καί κτήματα ἔχεις κληρονομήσει ἀπό τόν πατέρα σου βάλε τά ἐδῶ μαζή μέ τά ἰδικά μας. Ταύτισε τήν τύχην σου μαζή μας καί ἄς ἔχωμεν ὅλοι ἕνα κοινόν βαλάντιον, ἕνα κοινόν δερμάτινον σάκκον, ὅπου θά ἀποταμιεύωμεν, ὅσα θά ἁρπάζωμεν”.
15. Παιδί μου, πρόσεξε, μή πορευθῆς στόν ἴδιον δρόμον μαζή των, ἀλλά ἄλλαξε πορείαν, λοξοδρόμησε μακρυά ἀπό τούς δρόμους ἐκείνων.
16. Διότι τά πόδια ἐκείνων τρέχουν ταχέως πάντοτε πρός τό κακόν, σπεύδουν νά χύσουν αἵματα ἀθώων ἀνθρώπων.
17. Ἔχε δέ ὑπ' ὄψιν σου καί τοῦτο· ὅτι, ὅπως δέν στήνονται χωρίς σκοπόν δίκτυα, ἀλλά διά νά συλλάβουν λαίμαργα ἀσύνετα πουλιά, ἔτσι καί αὐτοί θά συλληφθοῦν εἰς παγίδα, καί δέν θά μείνουν ἀτιμώρητοι, ἄν ὄχι ἀπό τούς ἀνθρώπους, πάντως ὅμως ἀπό τόν Θεόν. Θά συλληφθοῦν εἰς τά δίκτυα τῆς παρανομίας των.
18. Διότι αὐτοί, οἱ ὁποῖοι συμμετέχουν στό ἔγκλημα, ἀπό κοινοῦ δέ καί ἐκ συστάσεως διαπράττουν φόνον, συσσωρεύουν ἐναντίον των πολλά κακά, ἡ δέ καταστροφή τῶν παρανόμων ἀνθρώπων θά εἶναι τρομερά.
19. Εἰς αὐτά τά ὀλέθρια ἀποτελέσματα ὁδηγοῦν ὅλους τούς ἐργάτας τῆς παρανομίας αἵ ὁδοί των. Δία τῆς παρανομίας των καταστρέφουν οἱ ἴδιοι καί τήν ζωήν καί τήν ψυχήν των.
 20. Ἀντιθέτως πρός τούς ἐργάτας τοῦ σκότους καί τάς δολιότητας των, ἡ σοφία τοῦ Θεοῦ ἐξυμνεῖται δημοσία στούς δρόμους ἀπό ὅσους τήν ἔχουν γνωρίσει καί δεχθῆ, καί μέ παρρησίαν ἀκούεται ἡ διδασκαλία της εἰς τάς πλατείας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου