Πέμπτη 1 Απριλίου 2021

Αγιογραφικό ανάγνωσμα



ΓΕΝΕΣΙΣ Ζ´ 11 - 24
11 ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν. 12 καὶ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. 13 ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σήμ, Χάμ, ᾿Ιάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ εἰς τὴν κιβωτόν. 14 καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ πάντα τὰ κτήνη κατὰ γένος καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ 15 εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, δύο δύο ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκός, ἐν ᾧ ἐστι πνεῦμα ζωῆς. 16 καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς εἰσῆλθε, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε. καὶ ἔκλεισε Κύριος ὁ Θεὸς τὴν κιβωτὸν ἔξωθεν αὐτοῦ. 17 Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπεπληθύνθη τὸ ὕδωρ καὶ ἐπῆρε τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς. 18 καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καί ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος. 19 τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφόδρα ἐπὶ τῆς γῆς καὶ ἐκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ· 20 πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά. 21 καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν καὶ τῶν κτηνῶν καὶ ἀπὸ θηρίων καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς καὶ πᾶς ἄνθρωπος. 22 καὶ πάντα, ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶν, ὃ ἦν ἐπὶ τῆς ξηρᾶς, ἀπέθανε. 23 καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπί προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς· καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ᾿ αὐτοῦ ἐν τῇ κιβωτῷ. 24 καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέρας ἑκατὸν πεντήκοντα.

Νεοελληνική απόδοση:
11 Κατὰ τὸ ἑξακοσιοστὸν ἔτος τῆς ζωῆς τοῦ Νῶε, καὶ μάλιστα κατὰ τὴν 27ην ἡμέραν τοῦ δευτέρου μηνός (τοῦ πολιτικοῦ ἔτους), δηλαδὴ τὸν Νοέμβριον μῆνα· κατὰ τὴν ἡμέραν αὐτὴν ὁ Κύριος διέταξε μόνον καὶ ἡ φύσις τῶν νερῶν ἐπειθάρχησεν εἰς τὸ θεῖον πρόσταγμα καὶ κατέκλυσεν ὅλον τὸν κόσμον· ἀμέσως ἔσπασαν ἀπότομα καὶ ἄνοιξαν βίαια ὅλες οἱ τεράστιες ἀποθῆκες τῶν ὑπογείων νερῶν καὶ τὰ νερὰ ἐκτινάχθηκαν μὲ ὁρμήν· ἄνοιξαν ἐπίσης οἱ ὁρμητικοὶ καταρράκτες τοῦ οὐρανοῦ. 12 Καὶ ἔπιπτε συνεχῶς χωρὶς διακοπὴν ἡ πρωτοφανὴς καταιγιστικὴ νεροποντή, ἡ ἀνεπανάληπτος ἐκείνη καταρρακτώδης βροχὴ ἐπάνω εἰς τὴν γῆν ἐπὶ σαράντα ἡμερόνυκτα. 13 Καὶ κατὰ τὴν ἰδίαν ἡμέραν, κατὰ τὴν ὁποίαν διέταξεν ὁ Θεὸς τὸν Νῶε, εἰσῆλθαν εἰς τὴν κιβωτὸν ὁ Νῶε καί οἰ υἱοί του Σήμ, Χάμ, Ἰάφεθ καὶ ἡ γυναῖκα τοῦ Νῶε καὶ οἱ τρεῖς γυναῖκες τῶν υἱῶν του μαζί του. 14 Μαζί του εἰσῆλθαν ἐπίσης καὶ ὅλα τὰ ἄγρια ζῶα κατὰ τὰ εἴδη των καὶ ὅλα τὰ ἥμερα ζῶα κατὰ τὰ εἴδη των καὶ ὅλα τὰ εἴδη τῶν ἑρπετῶν, ποὺ κινοῦνται εἰς τὴν γῆν, καὶ ὅλα τὰ εἴδη τῶν πτηνῶν τοῦ οὐρανοῦ, κατὰ τὰ εἴδη των. 15 Ὅλα αὐτὰ εἰσῆλθαν μαζὶ μὲ τὸν Νῶε εἰς τὴν κιβωτὸν κατὰ ζεύγη· τὸ κάθε ζευγάρι ἀπὸ ὅλα τὰ εἴδη τῶν ζωντανῶν ὑπάρξεων τῆς ξηρᾶς ἀπετελεῖτο ἀπὸ ἕνα ἀρσενικὸν καὶ ἕνα θηλυκόν. 16 Καὶ τὰ εἰσερχόμενα ἀρσενικὰ καὶ θηλυκὰ ἀπὸ ὅλα τὰ ζωντανὰ ὅντα, εἰσῆλθαν ὅπως ἀκριβῶς εἶχε διατάξει ὁ Θεὸς τὸν Νῶε. Κατόπιν τούτου ὁ Θεός, δεικνύων τὸ στοργικὸν ἐνδιαφέρον καὶ τὴν εἰδικὴν φροντίδα του πρὸς τὸν Νῶε, ἔκλεισε καὶ ἀσφάλισε ἀπ' ἔξω τὴν κιβωτόν. 17 Καὶ ὁ κατακλυσμὸς ἐγίνετο ἐπάνω εἰς τὴν γῆν ἀδιακόπως ἐπὶ τεσσαράκοντα ἡμερόνυκτα καὶ τὸ νερὸν ἐπληθύνετο καὶ ἐξωγκώνετο ὁλονὲν καὶ περισσότερον· καθὼς δὲ ἐσκέπαζε τὰ πάντα, ἀνεσήκωνε καὶ τὴν κιβωτόν, ἡ ὁποία ὑψώθη ἐπάνω ἀπὸ τὴν γῆν. 18 Καὶ ἐκάλυπτε τὸ νερὸν ὅλα καὶ ἐπολλαπλασιάζετο καὶ ἐπλεόναζεν ὑπερβολικὰ ἐπάνω εἰς τὴν γῆν καὶ ἡ κιβωτὸς ἔπλεεν ἐπάνω εἰς τὰ ὕδατα. 19 Τὸ νερὸν δὲ ἐκυριαρχοῦσε κατὰ πολύ, μὲ μεγάλην δύναμιν καὶ ὁρμὴν ἐπάνω εἰς τὴν γῆν καὶ ἐξωγκώθη καὶ ἐσκέπασεν ὅλως διόλου ὅλα τὰ ὑψηλὰ ὅρη, ποὺ ἦσαν κάτω ἀπὸ τὸν οὐράνιον θόλον. 20 Τὸ νερὸν εἶχε τόσον πολὺ αὐξηθῆ καὶ ἐπικρατήσει, ὥστε ὑψώθη δεκαπέντε πήχεις (περίπου 7 ἢ 8,5 μέτρα) πάνω ἀπὸ τὴν ὑψηλοτέραν κορυφὴν καὶ ἐσκέπασεν ἐξ ὁλοκλήρου ὅλα τὰ ὑψηλὰ ὅρη. Τοιουτοτρόπως δὲν κατεποντίσθησαν εἰς τὰ ὕδατα μόνον οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ τὰ τετράποδα καὶ τὰ ἑρπετά, ἀλλὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ὅσα ἄγρια θηρία καὶ ἄλογα ζῶα ἑκατοικοῦσαν εἰς τὰ ὅρη. 21 Ἐπνίγη δὲ καὶ ἀπέθανε μέσα εἰς τὰ νερὰ κάθε ζωντανὴ ὕπαρξις, ἡ ὁποῖα ἐκινεῖτο ἐπάνω εἰς τὴν γῆν, ὅλα τὰ πτηνὰ καὶ ὅλα τὰ ἥμερα ζῶα καὶ ὅλα τὰ ἄγρια θηρία καὶ ὅλα τὰ ἑρπετά, τὰ ὁποῖα σύρονται ἐπάνω εἰς τὴν γῆν, καὶ ὅλοι οἰ ἄνθρωποι. 22 Καὶ ὅλα τὰ ζωντανὰ ὄντα, ποὺ εὑρίσκονται καὶ ἀναπνέουν ἐπάνω εἰς τὴν ξηράν, ἐπνίγησαν καὶ ἀπέθαναν. 23 Μὲ αὐτὸν τὸν τρόπον ὁ Θεὸς ἐξωλόθρευσε ὅλα τὰ ζωντανὰ δημιουργήματα, ποὺ ἦσαν εἰς τὴν ἐπιφάνειαν ὅλης τῆς γῆς, ἀπὸ τοὺς ἀνθρώπους μέχρι τὰ ἥμερα ζῶα καὶ τὰ ἑρπετὰ καὶ τὰ πτηνὰ τοῦ οὐρανοῦ· ὅλα ἐξωλοθρεύθησαν καὶ ἐξηφανίσθησαν ἀπὸ τὴν γῆν· ἀπέμεινε δὲ εἰς τὴν ζωὴν μόνον ὁ Νῶε καὶ ὅσοι ἦσαν μαζί του μέσα εἰς τὴν κιβωτόν. 24 Καὶ τὸ νερὸν ἀνέβηκε καὶ ἐσκέπασε τὴν γῆν ἐπὶ ἑκατὸν πενήντα ἡμέρες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου