Δευτέρα 28 Οκτωβρίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Λουκᾶν
ιβ΄ 13 - 15 22 - 31
Τῷ καιρῷ ἐκείνῳ, διδάσκοντος τοῦ Ἰησοῦ, εἶπέ τις αὐτῷ ἐκ τοῦ ὄχλου· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι τὴν κληρονομίαν μετ' ἐμοῦ. 14ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ' ὑμᾶς; 15εἶπε δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. 23οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 24κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; 25τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 26εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 29καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε· 30ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων· 31πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

Νεοελληνική απόδοση:
Κάποιος ἀπὸ τὸ πλῆθος τοῦ εἶπε, «Διδάσκαλε, πὲς εἰς τὸν ἀδελφόν μου νὰ μοιρασθῇ μαζί μου τὴν κληρονομίαν». Αὐτὸς ἀπήντησε, «Ἄνθρωπε, ποιὸς μὲ διώρισε δικαστήν σας ἢ μερισήν;» Ὕστερα εἶπε εἰς τὸ πλῆθος, «Προσέχετε καὶ φυλαχθῆτε ἀπὸ κάθε εἶδος πλεονεξίας, διότι καὶ ἂν ἔχει κανεὶς ἀφθονίαν, τὰ πλούτη του δὲν τοῦ δίνουν ζωήν». Εἶπε δὲ εἰς τοὺς μαθητάς του, «Διὰ τοῦτο σᾶς λέγω, μὴ μεριμνᾶτε διὰ τὴν ζωήν σας τί θὰ φᾶτε οὔτε διὰ τὸ σῶμα σας τί θὰ ἐνδυθῆτε. Ἡ ζωὴ ἀξίζει περισσότερον ἀπὸ τὴν τροφήν, καὶ τὸ σῶμα ἀπὸ τὸ ἔνδυμα. Παρατηρῆστε τὰ κοράκια· οὔτε σπείρουν οὔτε θερίζουν, δὲν ἔχουν οὔτε κελλάρι οὔτε ἀποθήκην, ὁ Θεὸς ὅμως τὰ τρέφει· πόσο μᾶλλον σεῖς διαφέρετε ἀπὸ τὰ πτηνά! Ποιὸς ἀπὸ σᾶς ὅσον καὶ ἂν φροντίς, μπορεῖ νὰ προσθέσῃ εἰς τὸ ἀνάστημά του ἕνα πῆχυν; Ἐὰν λοιπὸν δὲν μπορῆτε νὰ κάνετε οὔτε τὸ ἐλάχιστον, γιατὶ μεριμνᾶτε διὰ τὰ λοιπά; Παρατηρῆστε τὰ κρίνα πῶς αὐξάνουν· δὲν κοπιάζουν οὔτε γνέθουν· καὶ ὅμως σᾶς λέγω, ὅτι οὔτε ὁ Σολομὼν μὲ ὅλην τὴν μεγαλοπρέπειάν του δὲν ἤτανε ντυμένος ὅπως ἕνα ἀπὸ αὐτά. Ἐὰν δὲ τὸ χορτάρι τοῦ ἀγροῦ ποὺ σήμερα ὑπάρχει καὶ αὔριον τὸ ρίχνουν εἰς τὸν φοῦρνον, ὁ Θεὸς τὸ ντύνει ἔτσι ὡραῖα, πόσον περισσότερον ἐσᾶς, ὀλιγόπιστοι; Καὶ μὴ ζητᾶτε τί θὰ φᾶτε καὶ τί θὰ πιῆτε καὶ μὴ γίνεσθε ἀνήσυχοι· διότι ὅλα αὐτὰ τὰ ζητοῦν οἱ κοσμικοὶ ἄνθρωποι· ἐνῷ ἐσεῖς ἔχετε Πατέρα ποὺ γνωρίζει ὅτι ἔχετε ἀνάγκην ἀπ’ αὐτά, μόνον νὰ ζητᾶτε πρῶτα τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ὅλα αὐτὰ θὰ σᾶς προστεθοῦν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου