Παρασκευή, 1 Οκτωβρίου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Θ´ 10 - 18
10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, Κύριε. 11 ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12 καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἁνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. 13 ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ· 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15 εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ· 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17 Ἀπῆλθε δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος ἁγίου. 18 καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.

Νεοελληνική απόδοση:
Ὑπῆρχε δὲ εἰς τὴν Δαμασκὸν κάποιος μαθητής, ποὺ ἐλέγετο Ἀνανίας. Καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος δι’ ὁράματος: Ἀνανία. Αὐτὸς δὲ εἶπεν· Ἰδού, εἶμαι ἐδῶ, Κύριε, ἕτοιμος νὰ ἐκτελέσω τὰς διαταγάς σου. 11 Ὁ Κύριος δὲ εἶπε τότε πρὸς αὐτόν· Σήκω καὶ πήγαινε εἰς τὴν στενωπόν, ποὺ λέγεται Εὐθεῖα καὶ ζήτησε εἰς τὴν οἰκίαν τοῦ Ἰούδα κάποιον, ποὺ ὀνομάζεται Σαῦλος, καὶ κατάγεται ἀπὸ τὴν Ταρσόν. Αἱ διαθέσεις τοῦ ἀνθρώπου αὐτοῦ εἶναι εὐλαβεῖς, διότι ἰδοὺ κατὰ τὴν στιγμὴν αὐτὴν προσεύχεται. 12 Καὶ εἶδεν εἰς ὅραμα, ποὺ τοῦ παρουσίασα ἐγώ, ἄνθρωπον ὀνομαζόμενον Ἀνανίαν, ὁ ὁποῖος ἐμβῆκεν εἰς τὸ δωμάτιόν του καὶ ἔθεσεν ἐπ’ αὐτοῦ τὴν χεῖρα διὰ να τὸν θεραπεύσῃ ἀπὸ τὴν τύφλωσιν καὶ δυνηθῇ οὕτω να ξαναϊδῇ. 13 Ἀπεκρίθη δὲ ὁ Ἀνανίας· Κύριε, ἔχω ἀκούσει ἀπὸ πολλοὺς διὰ τὸν ἄνθρωπον αὐτόν, πόσα κακὰ ἔκαμεν εἰς τὰ Ἱεροσόλυμα εἰς τοὺς ἁγιασμένους ἀπὸ τὴν χάριν σου καὶ ἀφιερωμένους εἰς σὲ πιστούς. 14 Καὶ ἐδῶ ποὺ ἦλθεν, ἔχει ἐξουσίαν ἀπὸ τοὺς ἀρχιερεῖς νὰ δέσῃ ὅλους, ὅσοι ἐπικαλοῦνται εὐλαβῶς καὶ μετὰ πίστεως τὸ ὄνομά σου. 15 Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πήγαινε χωρὶς κανένα φόβον ἢ δισταγμόν, διότι οὗτος εἶναι ὅργανόν μου ἐκλεκτόν. Τὸν ἐξέλεξα δὲ ἐγώ, διὰ νὰ βαστάσῃ καὶ διαδώσῃ τὸ περὶ τοῦ ὀνόματός μου καὶ τοῦ εὐαγγελίου μου κήρυγμα, μεταφέρων τοῦτο διὰ τῶν περιοδειῶν του ἐνώπιον ἐθνικῶν καὶ βασιλέων καὶ τῶν σημερινῶν ἀπογόνων τοῦ Ἰσραήλ. 16 Πήγαινε σὺ πρὸς συνάντησίν του μὲ τὴν πεποίθησιν, ὅτι δὲν θὰ συναντήσῃς ἄρνησιν ἢ ἀπροθυμίαν εἰς αὐτόν. Διότι ἐγὼ ὁ ἴδιος θὰ μεταστρέψω τὸν Σαῦλον καὶ θὰ τοῦ δείξω, τί ἀπὸ τοῦδε καὶ εἰς τὸ ἑξῆς πρέπει νὰ πάθῃ διὰ τὸ ὄνομά μου αὐτός, ποὺ ἕως χθὲς μὲ κατεδίωκεν. 17 Ἐπῆγε δὲ ὁ Ἀνανίας καὶ ἐμβῆκεν εἰς τὸ σπίτι, ὅπου ἔμενεν ὁ Σαῦλος καὶ ἀφοῦ ἔθεσεν ἐπ’ αὐτοῦ τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, μὲ ἔστειλεν ὁ Κύριος, ποὺ σοῦ ἐνεφανίσθη εἰς τὸν δρόμον, ἐπὶ τοῦ ὁποίου ἐβάδιζες διὰ νὰ ἔλθῃς ἐδῶ. Καὶ μὲ ἔστειλε διὰ νὰ ἀποκτήσῃς πάλιν τὸ φῶς σου καὶ διὰ νὰ γεμίσῃ τὸ ἐσωτερικόν σου μὲ Πνεῦμα Ἅγιον. 18 Καὶ ἀμέσως ἔπεσαν ἀπὸ τὰ μάτια του σὰν λέπια καὶ ξαναεῖδε καὶ ἀφοῦ ἐσηκώθη ἐβαπτίσθη. Καὶ μετὰ τὸ βάπτισμα ἔλαβε τροφὴν καὶ ἐδυνάμωσεν ἀπὸ τὴν ἑξάντλησιν, ποὺ τοῦ εἶχε φέρει ὁ βαθὺς κλονισμός, τὸν ὁποῖον ἠσθάνθη ἀπὸ τὴν ἐμφάνισιν τοῦ Κυρίου, καὶ ἡ νηστεία τῶν τριῶν ἡμερῶν, κατὰ τὰς ὁποίας οὔτε ἔφαγεν οὔτε ἔπιε τίποτε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου