Παρασκευή 25 Σεπτεμβρίου 2020

Αγιογραφικό ανάγνωσμα



Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 1:7-17
Ἀδελφοί, ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, γνωρίσας ἡμῖν ὁ Θεὸς τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ· εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ, ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος, κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον τῆς δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν· ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ ᾽Ιησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ.

Νεοελληνική απόδοση:
Δι’ αὐτοῦ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματός του, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, σύμφωνα πρὸς τὸν πλοῦτον τῆς χάριτός του, τὴν ὁποίαν πλούσια ἐχάρισε σ’ ἐμᾶς μὲ κάθε σοφίαν καὶ φρόνησιν, καὶ μᾶς ἐγνώρισε τὸ μυστικὸν θέλημά του κατὰ τὴν εὐαρέσκειάν του, τὴν ὁποίαν ἐσχεδίασε ὁ ἴδιος διὰ νὰ πραγματοποιηθῇ κατὰ τὸ πλήρωμα τῶν χρόνων, ὥστε τὰ πάντα, τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια, νὰ ἑνωθοῦν ἐν τῷ Χριστῷ· ἐν αὐτῷ, διὰ τοῦ ὁποίου ἐγίναμεν κληρονόμοι ἐμεῖς οἱ ὁποῖοι προωρισθήκαμε σύμφωνα πρὸς τὸ σχέδιον ἐκείνου, ὁ ὁποῖος ἐνεργεῖ τὰ πάντα κατὰ τὴν ἀπόφασιν τοῦ θελήματός του, νὰ εἴμεθα εἰς ἔπαινον τῆς δόξης του, ἐμεῖς ποὺ πρῶτοι ἐλπίσαμεν εἰς τὸν Χριστόν. Καὶ σεῖς, ἀφοῦ ἀκούσατε τὸν λόγον τῆς ἀληθείας, τὸ χαρμόσυνον ἄγγελμα τῆς σωτηρίας σας, καὶ τὸ ἐπιστέψατε, ἑνωθήκατε μὲ τὸν Χριστὸν καὶ ἐσφραγισθήκατε μὲ τὸ Πνεῦμα τὸ Ἅγιον, ποὺ ὑποσχέθηκε ὁ Θεὸς καὶ τὸ ὁποῖον εἶναι ἀρραβὼν τῆς κληρονομίας μας μέχρι τῆς ἀπολυτρώσεως τοῦ λαοῦ ποὺ ὁ Θεὸς ἀπέκτησε πρὸς ἔπαινον τῆς δόξης του. Διὰ τοῦτο καὶ ἐγώ, ἀφ’ ὅτου ἄκουσα διὰ τὴν πίστιν σας πρὸς τὸν Κύριον Ἰησοῦν καὶ διὰ τὴν ἀγάπην ποὺ ἔχετε πρὸς ὅλους τοὺς ἁγίους, δὲν παύω νὰ εὐχαριστῶ τὸν Θεὸν γιὰ σᾶς, ὅταν σᾶς ἐνθυμοῦμαι εἰς τὰς προσευχάς μου, καὶ ζητῶ νὰ σᾶς δώσῃ ὁ Θεὸς τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, ὁ Πατέρας τῆς δόξης, πνεῦμα σοφίας καὶ ἀποκαλύψεως διὰ νὰ τὸν γνωρίσετε βαθειὰ καὶ νὰ φωτίσῃ τὰ μάτια τῆς καρδιᾶς σας,

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου