Τρίτη 19 Μαΐου 2020

Αγιογραφικό ανάγνωσμα


Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 12:25;13:1-12
Ἐν ταῖς ἡμέραις ἐκείναις, Βαρνάβας καὶ Σαῦλος ὑπέστρεψαν ἐξ ῾Ιερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ ᾿Ιωάννην τὸν ἐπικληθέντα Μᾶρκον. Ἦσαν δέ τινες ἐν ᾿Αντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν Προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε ῾Ηρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ ῞Αγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν. Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ῾Αγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον, καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ᾿Ιουδαίων· εἶχον δὲ καὶ ᾿Ιωάννην ὑπηρέτην. Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην ᾿Ιουδαῖον ᾧ ὄνομα Βαριησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ· ἀνθίστατο δὲ αὐτοῖς ᾿Ελύμας ὁ μάγος - οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ - ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ῾Αγίου καὶ ἀτενίσας πρὸς αὐτὸν εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

Νεοελληνική απόδοση:
 Ὁ δὲ Βαρνάβας καὶ ὁ Σαῦλος, ἀφοῦ ἐξεπλήρωσαν τὴν ἀποστολήν τους, ἐπέστρεψαν ἀπὸ τὴν Ἱερουσαλὴμ παραλαβόντες μαζί τους καὶ τὸν Ἰωάννην, ὁ ὁποῖος ὠνομάζετο ἐπίσης Μᾶρκος. Εἰς τὴν ἐκκλησίαν τῆς Ἀντιοχείας ὑπῆρχαν μερικοὶ προφῆται καὶ διδάσκαλοι: ὁ Βαρνάβας, ὁ Συμεών,, ποὺ ἐπονομάζεται Νίγερ, ὁ Λούκιος ὁ Κυρηναῖος, ὁ Μαναήν, ποὺ εἶχε συναναστραφῆ τὸν Ἡρώδην τὸν τετράρχην, καὶ ὁ Σαῦλος. Ἐνῷ δὲ ὑπηρετοῦσαν τὸν Κύριον καὶ ἐνήστευαν, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, «Ξεχωρίστε μου τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον, εἰς τὸ ὁποῖον τοὺς προσκάλεσα. Τότε ἀφοῦ ἐνήστευσαν καὶ προσευχήθηκαν καὶ ἔβαλαν ἐπάνω τους τὰ χέρια, τοὺς ἄφησαν ἐλεύθερους νὰ φύγουν. Τότε οἱ ἀπεσταλμένοι αὐτοὶ τοῦ Πνεύματος τοῦ Ἁγίου κατέβηκαν εἰς τὴν Σελεύκειαν καὶ ἀπ’ ἐκεῖ ἔπλευσαν εἰς τὴν Κύπρον. Ὅταν ἔφθασαν εἰς τὴν Σαλαμῖνα, ἐκήρυτταν τὸν λόγον τοῦ Θεοῦ εἰς τὰς συναγωγὰς τῶν Ἰουδαίων· εἶχαν δὲ καὶ τὸν Ἰωάννην εἰς τὰς συναγωγὰς τῶν Ἰουδαίων· Ὅταν εἶχαν διέλθει ὅλην τὴν νῆσον μέχρι τῆς Πάφου, συνήντησαν κάποιον μάγον, Ἰουδαῖον ψευδοπροφήτην, ὀνομαζόμενον Βαριησοῦν. Αὐτὸς ἦτο μαζὶ μὲ τὸν Σέργιον Παῦλον τὸν ἀνθύπατον, ἄνθρωπον συνετόν, ὁ ὁποῖος προσκάλεσε τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον καὶ ἐζήτησε νὰ ἀκούσῃ τὸν λόγον τοῦ Θεοῦ. Ἀλλ’ ὁ Ἐλύμας ὁ μάγος – ἔτσι μεταφράζεται τὸ ὄνομά του – ἀντιστεκότανε καὶ ἐζητοῦσε νὰ ἀποτρέψῃ τὸν ἀνθύπατον ἀπὸ τὴν πίστιν. Τότε ὁ Σαῦλος, ὁ γνωστὸς καὶ ὡς Παῦλος, γεμᾶτος Πνεῦμα Ἅγιον, ἔστρεψε τὸ βλέμμα πρὸς αὐτὸν καὶ εἶπε, «Σὺ ποὺ εἶσαι γεμᾶτος ἀπὸ κάθε δόλον καὶ ραδιουργίαν, υἱὲ τοῦ διαβόλου, ποὺ ἐχθρεύεσαι κάθε τι καλό, δὲν θὰ παύσῃς νὰ διαστρέφῃς τοὺς ἴσιους δρόμους τοῦ Κυρίου; Καὶ τώρα νά, τὸ χέρι τοῦ Κυρίου θὰ σὲ χτυπήσῃ· θὰ εἶσαι τυφλὸς καὶ δὲν θὰ βλέπῃς τὸν ἥλιον ἐπὶ ἕνα διάστημα». Ἀμέσως δὲ ἔπεσε ἐπάνω του θαμπάδα καὶ σκοτάδι καὶ περιεφέρετο ἐδῶ καὶ ἐκεῖ ζητῶντας νὰ τὸν ὁδηγήσουν ἀπὸ τὸ χέρι. Ὅταν ὁ ἀνθύπατος εἶδε τὸ γεγονός;, ἐπίστεψε καὶ ἦτο κατάπληκτος διὰ τὴν διδασκαλίαν τοῦ Κυρίου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου