Δευτέρα 25 Μαΐου 2020

Αγιογραφικό ανάγνωσμα


Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 17:1-9
Ἐν ταῖς ἡμέραις ἐκείναις, διοδεύσαντες οἱ Ἀπόστολοι τὴν ᾿Αμφίπολιν καὶ ᾿Απολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν ᾿Ιουδαίων. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν γραφῶν, διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, ᾿Ιησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων ῾Ελλήνων πολὺ πλῆθος γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. Προσλαβόμενοι δὲ οἱ ἀπειθοῦντες ᾿Ιουδαῖοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ἐπιστάντες τε τῇ οἰκίᾳ ᾿Ιάσονος ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον· μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον τὸν ᾿Ιάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται ᾿Ιάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι, ᾿Ιησοῦν. Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ ᾿Ιάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.

Νεοελληνική απόδοση:
Ἀφοῦ ἐπέρασαν ἀπὸ τὴν Ἄμφίπολιν καὶ τὴν Ἀπολλωνίαν, ἦλθαν εἰς τὴν Θεσσαλονίκην, ὅπου ὑπῆρχε συναγωγὴ τῶν Ἰουδαίων. Κατὰ τὴν συνήθειάν του ὁ Παῦλος τοὺς ἐπισκέφθηκε καὶ ἐπὶ τρία Σάββατα συζητοῦσε μαζί τους ἀπὸ τὰς γραφὰς καὶ τὰς ἑρμήνευε ἐξηγῶν ὅτι ὁ Χριστὸς ἔπρεπε νὰ πάθῃ καὶ νὰ ἀναστηθῇ ἀπὸ τοὺς νεκρούς. «Αὐτὸς ὁ Ἰησοῦς, ἔλεγε, ποὺ ἐγὼ σᾶς κηρύττω, εἶναι ὁ Μεσσίας». Μερικοὶ ἀπ’ αὐτούς, ἐπείσθησαν καὶ προσεκολλήθησαν εἰς τὸν Παῦλον καὶ τὸν Σίλαν καὶ ἐπίσης μεγάλος ἀριθμὸς ἀπὸ θεοσεβεῖς Ἕλληνας καὶ πολλὰς γυναῖκας καλῆς κοινωνικῆς τάξεως. Ἀλλ’ οἱ Ἰουδαῖοι ἐκεῖνοι ποὺ δὲν ἐπείθοντο ἐζηλοτύπησαν· ἐπῆραν μερικοὺς χυδαίους ἀνθρώπους ἀπὸ τὴν ἀγοράν, καὶ ἀφοῦ ὠργάνωσαν ὀχλαγωγίαν, ἐθορυβοῦσαν εἰς τὴν πόλιν, ἦλθαν εἰς τὸ σπίτι τοῦ Ἰάσωνος καὶ τοὺς ἐζητοῦσαν διὰ νὰ τοὺς ὁδηγήσουν εἰς τὴν συνέλευσιν τῆς πόλεως. Ἀλλ’ ἐπειδὴ δὲν τοὺς εὑρῆκαν, ἔσυραν τὸν Ἰάσωνα καὶ μερικοὺς ἀδελφοὺς εἰς τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἐφώναζαν, «Αὐτοὶ ποὺ ἀναστάτωσαν τὴν οἰκουμένην, ἦλθαν καὶ ἐδῶ, καὶ ὁ Ἰάσων τοὺς ἔχει ὑποδεχθῆ. Ὅλοι αὐτοὶ ἐνεργοῦν ἐνάντια πρὸς τὰς διαταγὰς τοῦ Καίσαρος, λέγοντες ὅτι ὑπάρχει ἄλλος βασιλεύς, ὁ Ἰησοῦς». Ὁ λαὸς καὶ οἱ ἄρχοντες τῆς πόλεως ἐταράχθησαν ὅταν ἄκουσαν αὐτά, καὶ ἀφοῦ ἔλαβαν τὴν ἀνάλογον ἐγγύησιν ἀπὸ τὸν Ἰάσωνα καὶ τοὺς λοιπούς, τοὺς ἀπέλυσαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου