Τρίτη 21 Απριλίου 2020

Αγιογραφικό ανάγνωσμα


Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 2:14-21
Ἐν ταῖς ἡμέραις ἐκείναις, σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας, ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ, Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσι. Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

Νεοελληνική απόδοση:
Τότε σηκώθηκε ὁ Πέτρος μαζὶ μὲ τοὺς ἕνδεκα, ὕψωσε τὴν φωνήν του καὶ τοὺς εἶπε, «Ἄνδρες Ἰουδαῖοι καὶ ὅλοι σεῖς ποὺ κατοικεῖτε εἰς τὴν Ἱερουσαλήμ, ἂς γίνῃ τοῦτο γνωστὸν σ’ ἐσᾶς καὶ ἀκοῦστε προσεκτικὰ τὰ λόγια μου. Οἱ ἄνθρωποι αὐτοὶ δὲν εἶναι μεθυσμένοι, καθὼς νομίζετε, διότι εἶναι ἡ τρίτη ὥρα τῆς ἡμέρας. Αὐτὸ εἶναι ἐκεῖνο ποὺ ἔχει λεχθῆ διὰ τοῦ προφήτου Ἰωήλ, Θὰ συμβῇ τοῦτο κατὰ τὰς ἐσχάτας ἡμέρας, λέγει ὁ Θεός, θὰ ἐκχύσω ἀπὸ τὸ Πνεῦμά μου εἰς κάθε ἄνθρωπον καὶ θὰ προφητεύσουν οἱ υἱοί σας καὶ αἱ θυγατέρες σας καὶ οἱ νέοι σας θὰ ἰδοῦν ὁράσεις καὶ οἱ γέροντές σας θὰ ὀνειρευθοῦν ὄνειρα· ἀκόμη καὶ εἰς τοὺς δούλους μου καὶ εἰς τὰς δούλας μου κατὰ τὰς ἡμέρας ἐκείνας θὰ χύσω ἀπὸ τὸ Πνεῦμά μου, καὶ θὰ προφητεύσουν. Θὰ δώσω τέρατα εἰς τὸν οὐρανὸν ἄνω καὶ σημεῖα εἰς τὴν γῆν κάτω, αἷμα καὶ φωτιὰ καὶ καπνώδη ἀτμόν. Ὁ ἥλιος θὰ μεταβληθῇ σὲ σκοτάδι καὶ ἡ σελήνη σὲ αἷμα πρὶν ἔλθῃ ἡ Ἡμέρα τοῦ Κυρίου, ἡ μεγάλη καὶ ἔνδοξη. Καὶ τότε ὁ καθένας ποὺ ἐπικαλεῖται τὸ ὄνομα τοῦ Κυρίου θὰ σωθῇ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου