ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ Δ´ 1 - 22
1 ΑΚΟΥΣΑΤΕ, παῖδες, παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν· 2 δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε. 3 υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός, 4 οἳ ἐδίδασκόν με καὶ ἔλεγον· ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν· φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ 5 μηδὲ παρίδῃς ρῆσιν ἐμοῦ στόματος, 6 μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε· 8 περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, 9 ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. 10 ῎Ακουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· 11 ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. 12 ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. 13 ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. 14 ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· 15 ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον. 16 οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται· 17 οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. 18 αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· 19 αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν. 20 Υἱέ, ἐμῇ ρήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς, 21 ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν καρδίᾳ· 22 ζωὴ γάρ ἐστι τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις.

Ερμηνευτική απόδοση:
ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ Δ´ 1 - 22
1 Ακούσατε μὲ προσοχήν, παιδιά μου, τὴν διδασκαλίαν τοῦ πατέρα σας καὶ προσέχετε νὰ ἀποκτήσετε τὴν ἱκανότητα νὰ διακρίνετε καὶ νὰ ἐννοῆτε εἰς κάθε περίστασιν, τὶ πρέπει νὰ πράττετε. 2 Διότι χαρίζω πνευματικὴν δωρεὰν πολὺ ὠφέλιμον, δίδων εἰς σᾶς τὴν ἐντολὴν νὰ μὴ ἀφήσετε ποτὲ τὸν νόμον καὶ τὴν διδασκαλίαν μου. 3 Διότι καὶ ἐγὼ ἤμουν κάποτε παιδὶ καὶ ὑπήκουα εἰς τὸν πατέρα μου, ἤμουν δὲ ἀγαπητὸς εἰς τὴν μητέρα μου. 4 Αὐτοὶ λοιπόν οἱ γονεῖς μου μὲ ἐδίδασκαν καὶ μοῦ ἔλεγαν: Ἂς ἐντυπωθοῦν καλὰ τὰ λόγια μας εἰς τὴν διάνοιάν σου. Φύλαττε τὰς ἐντολὰς τοῦ Θεοῦ, αἱ ὁποῖαι εἶναι καὶ ἰδικαί μας, καὶ μὴ τὰς λησμονῇς ποτέ, 5 οὔτε νὰ παραβλέψῃς καὶ να παραμελήσῃς τὰ λόγια τοῦ στόματος ἐμοῦ τοῦ πατέρα σου, 6 οὔτε νὰ λησμονήσῃς ποτὲ τὴν διδασκαλίαν μου, καὶ αὐτὴ θὰ σὲ ὑποβαστάσῃ νὰ μὴ πέσῃς. Ἀγάπησέ την καὶ ἐπιθύμησε τὴν ὑπερβολικά, καὶ αὐτὴ θὰ σὲ προφυλάττῃ ἀπὸ πτώσεις καὶ ἀστόχους ἐνεργείας σου. 7 Βάλε τὴν γύρω σου ὡς χαράκωμα, ὀχυρώσου μὲ αὐτὴν καὶ θὰ σὲ ὑψώσῃ καὶ θὰ σὲ δοξάσῃ. Ἐκτίμησε τὴν κατὰ Θεὸν σοφίαν διὰ νὰ σὲ ἐναγκαλισθῇ καὶ σὲ περιπτυχθῇ· 8 διὰ νὰ βάλῃ εἰς τὸ κεφάλι σου στεφάνι μὲ χάριτας καὶ ἀρετάς· αὐτὸ δὲ τὸ στεφάνι, τὸ ὁποῖον θὰ σὲ εὐφραίνῃ, θὰ εἶναι καὶ ἡ προστασία σου ἀπὸ κάθε κίνδυνον. 9 Ἄκουε, παιδί μου, καὶ δέχθητι τὰ λόγια μου, καὶ ἔσο βέβαιος, ὅτι τὰ ἔτη τῆς ζωῆς σου θὰ πληθυνθοῦν καὶ αἱ πορεῖαι τῆς ζωῆς σου θὰ διευκολυνθοῦν καὶ θὰ σοῦ γίνουν εὐχάριστοι ἐπὶ πολλὰ ἔτη. 10 Διότι ἐγὼ σὲ διδάσκω νὰ βαδίζῃς δρόμους τῆς σοφῆς καὶ ὑπὸ τοῦ φόβου τοῦ Θεοῦ φωτισμένης πείρας καὶ σὲ βάζω νὰ πορεύεσαι εἰς δρόμους ἴσιους καὶ ὁμαλούς. 11 Τοὺς λέγω ἴσιους καὶ ὁμαλούς, διότι, ὅταν πορεύεσαι ἐπ’ αὐτῶν εἰς τὴν ζωήν σου, δὲν θὰ στενοχωρῆσαι καὶ δὲν θὰ δυσκολεύεσαι εἰς τὰς ἐνεργείας σου σὰν νὰ εἶσαι κλεισμένος ἀπὸ ὅλα τὰ μέρη, ἐὰν δὲ τρέχῃς, δὲν θὰ κουρασθῇς. 12 Πιάσε καλά, κράτησε σφιγκτὰ καὶ κάμε κτῆμα σου τὴν παιδαγωγίαν μου. Μὴ τὴν ἀφήσῃς ποτέ, ἀλλὰ φύλαξέ την διὰ τὸν ἑαυτόν σου καὶ τὸ συμφέρον σου, διὰ νὰ ζῇς πολλὰ καὶ εὐτυχισμένα ἔτη. 13 Μὴ ἀκολουθήσῃς τοὺς δρόμους καὶ τοὺς τρόπους τῆς ζωῆς τῶν ἁμαρτωλῶν, οὔτε νὰ ζηλέψῃς τὰς ὁδοὺς τῶν παραβατῶν τοῦ θείου νόμου. 14 Εἰς οἰονδήποτε μέρος καὶ ἂν σταθοῦν καὶ στήσουν τὰς σκηνάς των μὲ καυχησιολογίαν σὰν νὰ εἶναι στῖφος ληστρικόν, νὰ μὴ πᾶς ἐκεῖ, παραμέρισε ἀπὸ αὐτοὺς καὶ ἄλλξε δρόμον. 15 Διότι οἱ ἀσεβεῖς δὲν κλείνουν μάτι, ἐὰν δὲν κάμουν τὸ κακόν. Ὁ ὕπνος των χάνεται καὶ δὲν ἠμποροῦν νὰ κοιμηθοῦν. 16 Διότι αὐτοὶ τρώγουν τροφάς, ποὺ ἀπεκτήθησαν μὲ ἀδικίας, καὶ μεθύουν μὲ κρασί παρανομίας, καὶ ὡς ἐκ τούτου εὑρίσκονται εἰς μεγάλην ἀνησυχίαν καὶ ταραχήν. 17 Τοὐναντίον ἡ ζωὴ καὶ πολιτεία τῶν δικαίων καὶ ἐναρέτων εἶναι λαμπρὰ ὅπως τὸ φῶς. Οἱ δίκαιοι προπορεύονται καὶ φωτίζουν εἰς ὅλην τὴν ζωήν των, ἕως ὅτου ἔλθῃ ἡ ἡμέρα τῆς τελείας λαμπρότητος καὶ δόξης των. 18 Ἀντιθέτως οἱ δρόμοι καὶ ἡ ὅλη πολιτεία τῶν ἀσεβῶν εἶναι σκοτεινοὶ καὶ δι' αὐτὸ σκοντάπτουν χωρὶς νὰ καταλαβαίνουν, πῶς τοὺς συμβαίνει αὐτό. 19 Σὺ ὅμως, παιδί μου, πρόσεχε εἰς τὴν διδασκαλίαν μου, πλησίασε δὲ καὶ βάλε τὸ αὐτί σου εἰς τὰ λόγια μου, 20 διὰ νὰ μὴ χαθοῦν αἱ συμβουλαί μου, ποὺ εἶναι πηγαὶ εἰρήνης καὶ εὐδαιμονίας. Φύλαξέ τας εἰς τὸ βάθος τῆς ψυχῆς σου. 21 Διότι εἰς ἐκείνους, ποὺ ἀξιώνονται νὰ εὔρουν τὰς πηγὰς αὐτὰς καὶ νὰ γνωρίσουν τὰς συμβουλὰς καὶ τὰς ἐντολὰς τῆς κατὰ Θεὸν σοφίας, αὐταὶ γίνονται αἰτία εὐτυχισμένης ζωῆς καὶ ἀποβαίνουν ἰατρεῖα διὰ κάθε ἄνθρωπον. 22 Μὲ πολλὴν προσοχὴν καὶ ἀσφάλειαν πρόσεχε πάντοτε τὴν καρδίαν σου καὶ τὸν ἐσωτερικὸν κόσμον τῆς ψυχῆς σου, διότι ἡ ἠθική σου προκοπὴ καὶ ἡ σωτηρία σου ἐξαρτῶνται ἀπὸ ἐκεῖνα, ποὺ βγαίνουν ἀπὸ τὴν καρδίαν σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου