Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΛΑ', 8-31)
Υἱέ, ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντα ὑγιῶς. Ἄνοιγε σὸν στόμα, καὶ κρίνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις, θεωρήσασα γεώργιον, ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι, καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο, τῇ γλώσση αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν. Ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, σὺ δὲ ὑπέρκεισαι, καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικὸς οὐκ ἔστιν ἐν σοί· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτὴ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)
8. Παιδί μου ἄνοιγε τό στόμα σου, διά νά ἐκφράζη πάντοτε τόν λόγον τοῦ Θεοῦ. Κρίνε καί δίκαζε τούς πάντας ὀρθῶς καί δικαίως.
9. Ἄνοιγε τό στόμα σου, διά νά ἐκφράζη πάντοτε τόν λόγον τοῦ Θεοῦ. Κρίνε καί δίκαζε τούς πάντας ὀρθῶς καί δικαίως. Κάμε διάκρισιν τοῦ πτωχοῦ καί τοῦ ἀδυνάτου,οἱ ὁποῖοι ἔχουν ἀνάγκην προστάτου.
Ἐγκώμιο τῆς ἐνάρετης γυναίκας
10. Γυναίκα νοικοκυράν καί δραστηρίαν ποιός θά ἠμπορέση νά βρῆ; Εἶναι ἀσυγκρίτος ἀνωτέρα καί ἀπό τούς πλέον πολύτιμους λίθους.
11. Εἰς αὐτήν ἔχει πεποίθησιν καί στηρίζεται μέ θάρρος ἡ καρδία τοῦ ἀνδρός της. Διότι αὐτή καί τό σπίτι της δέν πρόκειται νά στερηθοῦν ποτέ ἀπό ὑλικά ἀγαθά.
12. Καθ' ὅλον της τόν βίον ἐργάζεται διά τό καλόν του ἀνδρός της.
13. Ὑφαίνει νήματα μάλλινα καί λινά καί κατασκευάζει μέ τά ἴδια τῆς τά χέρια πράγματα χρήσιμα διά τό σπίτι.
14. Ὁμοιάζει μέ τό πλοῖον, τό ὁποῖον μεταφέρει ἐμπορεύματα ἀπό μακρυνάς περιοχάς. Ἔτσι καί αὐτή συγκεντρώνει τόν πλοῦτον της διά τό καλόν του σπιτιοῦ.
15. Ἐξυπνᾶ πολύ πρωϊ, νύχτα. Ἑτοιμάζει καί δίδει τροφάς στούς ἀνθρώπους τοῦ σπιτιοῦ της, κανονίζει δέ τά ἔργα τῶν ὑπηρετριῶν.
16. Ὅταν εὕρη κάποιο καλό χωράφι, τό ἀγοράζει καί μέ τούς κόπους τῶν χειρῶν της τό καλλιεργεῖ, τό φυτεύει, τό μεταβάλλει εἰς ἀγρόκτημα ἀποδοτικόν.
17. Ἀφοῦ ζώση, καλά τήν μέσην της, ἐργάζεται μέ τά χέρια της ἔντονα καί μέ ζῆλον στό ἔργον της.
18.Ἐδοκίμασε καί ἀπέκτησε προσωπικήν πείραν, ὅτι εἶναι καλόν νά ἐργάζεται κανείς. Διά τοῦτο καί ὁ λύχνος της δέν σβήνει καθ' ὅλον τό διάστημα τῆς νυκτός.
19. Ἁπλώνει τά χέρια της εἰς ὅλα, ὅσα συμφέρουν καί ἐξυπηρετοῦν τό σπίτι. Εἰδικώτερα τά χέρια της τά στηρίζει στό ἀδράχτι, τό ὁποῖον καί συνεχῶς ἐργάζεται.
20. Ἀλλά ἀνοίγει τά χέρια της καί ἀπλώχερα δίδει στούς πτωχούς. Δίδει στόν στερούμενον ἀπό τόν καρπόν τῶν χειρῶν της.
21. Ὁ σύζυγός της, ἐάν ἀπουσιάση ἐπί τί χρονικόν διάστημα, δέν ἀνησυχεῖ καί δέν μεριμνᾶ διά τά ἔργα καί τά πράγματα τοῦ σπιτιοῦ. Διότι ὅλοι οἱ ἐν τῷ οἴκω της εἶναι καλά ἐνδεδυμένοι.
22. Διπλάς χλαίνας ἔκαμε διά τόν σύζυγόν της. Λινά λευκά ἐνδύματα καί ἐνδύματα πορφυρά ἠτοίμασε διά τόν ἑαυτόν της.
23. Περίβλεπτος καί ἀξιοθαύμαστος γίνεται ὁ σύζυγός της εἰς τάς πύλας τῶν τειχῶν τῆς πόλεως, ὅταν παρακάθηται εἰς συνέδριον μέ τούς γεροντότερους ἄνδρας τῆς χώρας.
24. Αὐτή κατασκευάζει σινδόνας, τάς ὁποίας πωλεῖ στούς Φοίνικας. Κατασκευάζει καί ζώνας, τάς ὁποίας πωλεῖ στούς Χαναναίους.
25. Ἔτσι αὐτή μέ τήν ἐργασίαν καί τήν καλήν συμπεριφοράν της ἀποκτᾶ δύναμιν καί εὐπρεπῆ ἐμφάνισιν. Εὐφραίνεται ὅλας τάς ἡμέρας τῆς ζωῆς της καί πολύ περισσότερον θά εὐφρανθῆ κατά τάς ἡμέρας τῶν γηρατείων της.
26. Ἀνοίγει τό στόμα της, διά νά ὁμιλῆ πάντοτε μετά προσοχῆς, σύμφωνα μέ τόν νόμον τοῦ Θεοῦ· ἔχει θέσει τάξιν εἰς τά λόγια τοῦ στόματός της.
27. Τό σπίτι της εἶναι στεγνό, χωρίς ὑγρασίαν καί σταλάγματα τῆς βροχῆς· εἶναι ἀναπαυτικό. Ψωμί ὀκνηρίας καί τεμπελιᾶς δέν ἔφαγε ποτέ.
28. Ἀνοίγει τό στόμα της καί ὁμιλεῖ μέ σοφίαν καί σύνεσιν, σύμφωνα μέ τούς θείους καί ἀνθρωπίνους νόμους. Εὐλογήθηκε ἀπό τόν Θεόν ἡ φιλανθρωπία καί ἡ καλωσύνη της. Καί χάρις εἰς τήν εὐλογίαν τοῦ Κυρίου ἀνέστησε τά τέκνα της. Αὐτά ἐπλούτησαν καί ὁ σύζυγός της τήν ἐπήνεσε καί τῆς εἶπε·
29.“Ὤ σύντροφε τῆς ζωῆς μου, πολλαί γυναῖκες ἀπέκτησαν πλοῦτον μέ τήν ἱκανότητα των, πολλαί ἀπέκτησαν δύναμιν μέσα εἰς τήν κοινωνίαν, σύ ὅμως ἔχεις ξεπεράσει ὅλας”.
30. Αἱ φιλαρέσκειαι τῆς γυναικός εἶναι ψεύτικα πράγματα καί τό κάλλος της εἶναι προσωρινόν καί παροδικόν. Διότι μόνον ἡ συνετή καί φρόνιμος γυναίκα εὐλογεῖται ἀπό τόν Θεόν. Ἄς ὑμνεῖ δέ αὐτή καί ἄς δοξάζη τόν φόβον τοῦ Κυρίου.
31. Ἐπαινέσατε καί σεῖς μίαν τέτοιαν δραστηρίαν καί σοφήν γυναίκα. Δίκαιον εἶναι καί ὁ σύζυγός της νά ἐγκωμιάζεται δι' αὐτήν εἰς τάς πύλας τῶν τειχῶν τῆς πόλεως, ὅπου γίνονται αἱ συγκεντρώσεις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου