Ἐκ τοῦ κατὰ Ἰωάννην
κα΄ 15 - 19
Τῷ καιρῷ ἐκείνῳ ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 16λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. 17λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. 18ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. 19τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι.
Νεοελληνική απόδοση:
Ὅταν ἐτελείωσαν τὸ πρόγευμα, λέγει ὁ Ἰησοῦς εἰς τὸν Σίμωνα Πέτρον, «Σίμων τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾶς περισσότερον ἀπ’ αὐτούς;». Ἐκεῖνος τοῦ ἀπαντᾶ, «Ναί, Κύριε, σὺ ξέρεις ὅτι σὲ ἀγαπῶ». «Βόσκε τὰ ἀρνιά μου». Πάλιν διὰ δευτέραν φορὰν τοῦ λέγει, «Σίμων τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾶς;». Αὐτὸς τοῦ ἀπαντᾶ, «Ναί, Κύριε, σὺ ξέρεις ὅτι σὲ ἀγαπῶ». Ὁ Ἰησοῦς τοῦ λέγει, «Ποίμανε τὰ πρόβατά μου». Διὰ τρίτην φορὰν τοῦ λέγει, «Σίμων τοῦ Ἰωνᾶ, μὲ ἀγαπᾶς;». Ἐλυπήθηκε ὁ Πέτρος, διότι τὸν ἐρώτησε διὰ τρίτην φοράν, «Μὲ ἀγαπᾶς;» καὶ τοῦ εἶπε, «Κύριε, σὺ τὰ ξέρεις ὅλα, ξέρεις ὅτι σὲ ἀγαπῶ». Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς, «Βόσκε τὰ πρόβατά μου. Ἀλήθεια, ἀλήθεια σοῦ λέγω, ὅταν ἦσο νεώτερος, ἔζωνες τὸν ἑαυτόν σου καὶ περπατοῦσες ὅπου ἤθελες. Ὅταν ὅμως γεράσῃς, θὰ ἁπλώσῃς τὰ χέρια σου καὶ ἄλλος θὰ σὲ ζώσῃ καὶ θὰ σὲ φέρῃ ἐκεῖ ὅπου δὲν θέλεις». Αὐτὸ τοῦ εἶπε διὰ νὰ δηλώσῃ μὲ ποιόν θάνατον ὁ Πέτρος θὰ δοξάσῃ τὸν Θεόν. Καὶ ὕστερα τοῦ λέγει, «Ἀκολούθει με».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου