Πέμπτη 27 Ιουνίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Ματθαῖον 
η΄ 23 – 27 
Τῷ καιρῷ ἐκείνῳ, ἐμβάντι τῷ Ἰησοῦ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε. 25καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. 26καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; 

Νεοελληνική απόδοση:
Ὅταν ἐμπῆκε εἰς τὸ πλοιάριον, τὸν ἀκολούθησαν οἱ μαθηταὶ του. Καὶ ἔγινε μεγάλη τρικυμία εἰς τὴν λίμνην, ὥστε τὸ πλοῖον νὰ σκεπάζεται ἀπὸ τὰ κύματα, αὐτὸς δὲ ἐκοιμότανε. Τότε τὸν ἐπλησίασαν οἱ μαθηταί του, τὸν ξύπνησαν καὶ τοῦ λέγουν, «Κύριε, σῶσε μας, χανόμαστε». Αὐτὸς τοὺς λέγει, «Γιατὶ εἶσθε δειλοί, ὀλιγόπιστοι;». Τότε ἐσηκώθηκε, ἐπέπληξε τοὺς ἀνέμους καὶ τὴν θάλασσαν καὶ ἔγινε μεγάλη γαλήνη. Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν καὶ ἔλεγαν, «Τὶ εἴδους ἄνθρωπος εἶναι αὐτός, ἀφοῦ καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα τὸν ὑπακούουν;».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου