Σάββατο 4 Μαΐου 2024

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 1 - 20
1 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. 2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 3 ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. 4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί. 5 ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· 6 οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπε. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. 7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. 8 καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. 9 ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται. 11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις λέγοντες· 13 Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσωμεν. 15 οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον. 16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. 19 πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

Νεοελληνική απόδοση:
Αργὰ δὲ κατὰ τὴν νύκτα τοῦ Σαββάτου, τὴν ὥραν ποὺ ἐξημέρωνεν ἡ πρώτη ἡμέρα τῆς ἑβδομάδος, ἦλθεν ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία διὰ νὰ ἴδουν τὸν τάφον. 2 Καὶ ἰδοὺ ἔγινε σεισμὸς μεγάλος, διότι ἄγγελος Κυρίου, ἀφοῦ κατέβη ἀπὸ τὸν οὐρανὸν καὶ ἦλθε κοντὰ εἰς τὸ μνημεῖον, ἐκύλισε τὴν πέτραν ἀπὸ τὴν θύραν καὶ ἐκάθητο ἐπάνω εἰς αὐτήν. 3 Ἦτο δὲ τὸ ἐξωτερικόν του σχῆμα καὶ τὸ πρόσωπόν του λαμπρὸν σὰν ἀστραπὴ καὶ τὸ φόρεμά του ἄσπρο σὰν τὸ χιόνι. 4 Ἀπὸ τὸν φόβον δέ, τὸν ὁποῖον προεκάλεσε, συνεκλονίσθησαν οἱ φρουροὶ καὶ ἔγιναν σὰν νεκροί. 5 Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν εἰς τάς γυναῖκας· Μὴ φοβεῖσθε σεῖς· διότι γνωρίζω, ὅτι ζητεῖτε μὲ πόθον καὶ εὐλάβειαν τὸν Ἰησοῦν τὸν ἐσταυρωμένον. 6 Δὲν εἶναι ἐδῶ.Διότι ἀνέστη, ὅπως εἶπεν· Ἐλᾶτε καὶ ἴδετε τὸν τόπον, ὅπου ἔκειτο ὁ Κύριος. 7 Καὶ ἀφοῦ ὑπάγετε γρήγορα, εἴπατε εἰς τοὺς μαθητάς του, ὅτι ἀνέστη ἀπὸ τοὺς νεκροὺς καὶ ἰδοὺ πηγαίνει προτήτερα ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ θὰ τὸν ἴδητε.Ἰδοὺ σᾶς εἶπα ἐκεῖνο, ποὺ ἔλαβα ἐντολὴν νὰ σᾶς εἴπω. 8 Καὶ αἱ γυναῖκες, ἀφοῦ γρήγορα ἐβγῆκαν ἀπὸ τὸ μνημεῖον μὲ φόβον ἕνεκα τῆς ἀγγελικῆς ὀπτασίας καὶ μὲ χαρὰν μεγάλην ἕνεκα τοῦ χαρμοσύνου ἀγγέλματος, ἔτρεξαν νὰ εἶπουν αὐτὰ ὅλα εἰς τοὺς μαθητάς. 9 Καθὼς δὲ ἐπήγαιναν νὰ εἶπουν αὐτὰ εἰς τοὺς μαθητάς του, καὶ ἰδοὺ ὁ Ἰησοῦς τὰς συνήντησε καὶ εἶπε· Χαίρετε.Αὐταὶ δέ, ἀφοῦ ἐπλησίασαν, δὲν ἐτόλμησαν νὰ τὸν ἐγγίσουν εἰς τὸ σῶμα, ἀλλὰ μὲ εὐλάβειαν πολλὴν ἔπιασαν μόνον τοὺς πόδας του καὶ τὸν ἐπροσκύνησαν. 10 Τότε λέγει εἰς αὐτὰς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε.Πηγαίνετε καὶ ἀναγγείλατε εἰς τοὺς ἀδελφούς μου, ἵνα ἀπέλθουν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ θὰ μὲ ἴδουν. 11 Ὅταν δὲ αὐταὶ ἐπήγαιναν νὰ ἀναγγείλουν ταῦτα εἰς τοὺς Ἀποστόλους, ἰδοὺ μερικοὶ ἀπὸ τὴν φρουράν, ποὺ εἶχε τεθῇ εἰς τὸν τάφον, ἦλθον εἰς τὴν πόλιν, καὶ ἀνήγγειλαν εἰς τοὺς ἀρχιερεῖς ὅλα, ὅσα εἶχον γίνει. 12 Καὶ ἀφοῦ συνήχθησαν ἐκεῖνοι μαζὶ μὲ τοὺς προεστοὺς καὶ ἔκαμαν σύσκεψιν, ἔδωκαν μεγάλο ποσὸν ἀργύρων νομισμάτων εἰς τοὺς στρατιώτας καὶ εἶπαν· 13 Εἴπατε, ὅτι οἱ μαθηταί του ἦλθαν ἐν καιρῷ νυκτὸς καὶ ἔκλεψαν αὐτόν, ὅταν ἡμεῖς ἐκοιμώμεθα. 14 Καὶ ἐὰν καταγγελθῇ αὐτὸ ἐνώπιον τοῦ ἡγεμόνος, ἡμεῖς θὰ τὸν πείσωμεν καὶ θὰ σᾶς ἀπαλλάξωμεν ἀπὸ κάθε ἀνησυχίαν. 15 Αὐτοὶ δὲ ἀφοῦ ἐπῆραν τὰ χρήματα, ἔκαμαν σύμφωνα μὲ τᾳς ὁδηγίας, ποὺ ἔλαβον.Καὶ διελαλήθη ὁ λόγος αὐτὸς περὶ τῆς δῆθεν κλοπῆς τοῦ σώματος μεταξὺ τῶν Ἰουδαίων μέχρι τῆς σήμερον ἡμέρας. 16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπῆγαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὅρος τὸ ὁποῖον ὥρισεν εἰς αὐτοὺς ὁ Ἰησοῦς. 17 Καὶ ἀφοῦ τὸν εἶδαν, τὸν προσεκύνησαν, μερικοὶ δὲ ἐδοκίμασαν κάποιαν ἀμφιβολίαν περὶ τοῦ ἂν ἦτο αὐτὸς ὁ Ἰησοῦς. 18 Καὶ πλησιάσας ὁ Ἰησοῦς τοὺς ὡμίλησε καὶ εἶπε· Ἐδόθη καὶ εἰς τὴν ἀνθρωπίνην φύσιν μου κάθε ἐξουσία εἰς τὸν οὐρανὸν καὶ ἐπὶ τῆς γῆς. 19 Λοιπὸν ὑπάγετε καὶ κάμετε μαθητάς σας ὅλα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· 20 διδάσκοντες αὐτοὺς νὰ φυλάττουν εἰς τὸν βίον των ὅλα τὰ ἠθικὰ παραγγέλματα, ὅσα σᾶς ἔδωκα ὡς ἐντολάς.Καὶ ἰδοὺ ἐγώ, ποὺ ἔλαβον πᾶσαν ἐξουσίαν, θὰ εἶμαι μαζί σας βοηθὸς καὶ παραστάτης σας ὅλας τὰς ἡμέρας, μέχρις οὗ συντελεσθῇ καὶ λάβῃ τέλος ὁ αἰὼν αὐτός.Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου