ΤΕΤΑΡΤΗ ΛΔ΄ ΕΒΔΟΜΑΔΟΣ
Καθολικῆς Β΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα 3:1-18
Ἀγαπητοί, ταύτην ἤδη, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν Ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ Κυρίου καὶ Σωτῆρος, τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι καὶ λέγοντες· ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ᾽ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ᾽ ἀρχῆς κτίσεως. Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι᾽ ὕδατος συνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ· δι᾽ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσὶ πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων. ᾽Εν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. Οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. ῞Ηξει δὲ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται. Τούτων οὖν πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾽ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται; Καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ. Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε· καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν, ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. ῾Υμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ· αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος ᾽Ιησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος· ἀμήν.

ΕΡΜΗΝΕΙΑ (κ. Παναγιώτη Τρεμπέλα)
Ἀγαπητοί μου, αὐτή ἡ ἐπιστολή εἶναι ἡ δεύτερη πού σᾶς γράφω, λίγο μετά τήν πρώτη. Καί στίς δύο αὐτές ἐπιστολές μ’ αὐτά πού σᾶς γράφω σᾶς ὑπενθυμίζω καί καθιστῶ προσεκτική τή διάνοιά σας, τήν εἰλικρινή καί ἐλεύθερη ἀπό τήν πλάνη καί τά πάθη,
2 ὥστε νά θυμηθεῖτε τούς λόγους πού εἶπαν στό παρελθόν οἱ ἅγιοι προφῆτες, ὅπως καί τή διδασκαλία τῶν Ἀποστόλων σας, ἡ ὁποία εἶναι καί διδασκαλία τοῦ Κυρίου καί Σωτῆρος μας.
3 Πρέπει νά θυμηθεῖτε καί νά κρατᾶτε ζωντανές στή μνήμη σας τίς διδασκαλίες αὐτές, γιά νά μήν παρασυρθεῖτε σέ πλάνες. Διότι πρῶτα ἀπ’ ὅλα πρέπει νά ξέρετε αὐτό: ὅτι δηλαδή στά χρόνια πρίν ἀπό τή δευτέρα παρουσία θά ἔλθουν ἄνθρωποι ἀσεβεῖς πού θά ἐμπαίζουν τίς ἱερότατες ἀλήθειες τῆς πίστεως καί θά πορεύονται σύμφωνα μέ τίς σαρκικές τους ἐπιθυμίες.
4 Καί θά λένε: Ποῦ εἶναι καί πῶς δέν πραγματοποιήθηκε ἡ ὑπόσχεση τοῦ Κυρίου γιά τή δευτέρα παρουσία του; Διότι ἀπό τήν ἐποχή πού πέθαναν οἱ πατέρες μας καί οἱ παλαιότεροι πρόγονοί μας, ὅλα μένουν ἔτσι, ὅπως τά βλέπουμε ἀπό τήν ἀρχή τῆς δημιουργίας.
5 Τά λένε ὅμως αὐτά, διότι ἐξαιτίας τῆς θεληματικῆς τους τυφλώσεως τούς διαφεύγει αὐτό: ὅτι δηλαδή οἱ οὐρανοί ὑπῆρχαν ἀπό παλιά, ἀπό τήν ἀρχή τῆς δημιουργίας, ὅπως καί ἡ γῆ, ἡ ὁποία δημιουργήθηκε καί ὑπάρχει μέ τόν παντοδύναμο λόγο τοῦ Θεοῦ, ἀφοῦ βγῆκε ἀπό τό νερό καί στηρίχθηκε μέσα στό νερό.
6 Μέ τό νερό ὅμως πάλι καί μέ τόν προστακτικό λόγο τοῦ Θεοῦ ἔγινε ὁ κατακλυσμός καί καταστράφηκε ἡ γῆ μέ τούς κατοίκους της, ἀφοῦ πλημμύρισε ἀπό τά νερά.
7 Καί οἱ σημερινοί οὐρανοί καί ἡ γῆ μέ τόν ἴδιο προστακτικό λόγο τοῦ Θεοῦ διατηροῦνται καί φυλάσσονται γιά νά παραδοθοῦν στή φωτιά. Διατηροῦνται γιά τήν ἡμέρα τῆς Κρίσεως, ἡ ὁποία θά εἶναι καί ἡμέρα τῆς καταστροφῆς τῶν ἀσεβῶν.
8 Ἀλλά, ἀγαπητοί μου, ἕνα πράγμα δέν πρέπει νά ξεχνᾶτε: ὅτι γιά τόν Κύριο μία μέρα εἶναι ὅσο χίλια ἔτη δικά μας, καί χίλια ἔτη ἀνθρώπινα εἶναι σάν μία μέρα. Σέ μᾶς τούς περιορισμένους ἀνθρώπους οἱ αἰῶνες φαίνονται μεγάλοι. Γιά τόν Θεό ὅμως εἶναι ὅσο μιά στιγμή δική μας.
9 Δέν καθυστερεῖ λοιπόν ὁ Κύριος νά ἐκπληρώσει τήν ὑπόσχεσή του, ὅπως νομίζουν μερικοί ὅτι ἡ ἀναβολή αὐτή προέρχεται ἀπό ἀμέλεια· ἀλλά δείχνει τή μακροθυμία του σέ μᾶς, διότι δέν θέλει νά χαθοῦν οὔτε λίγοι, ἀλλά θέλει ὅλοι νά ὁδηγηθοῦν στή μετάνοια.
10 Θά ἔλθει ὅμως ἡ ἡμέρα τοῦ Κυρίου, κατά τήν ὁποία θά κρίνει τόν κόσμο. Καί θά ἔλθει ξαφνικά, σάν τόν κλέφτη μέσα στή νύχτα. Τήν ἡμέρα αὐτή οἱ οὐρανοί μέ βοή καί τρομερό πάταγο θά ἐξαφανισθοῦν, ἐνῶ τά οὐράνια σώματα θά διαλυθοῦν στή φωτιά· καί ἡ γῆ καί ὅλα τά ἔργα πού ἔγιναν πάνω σ’ αὐτή θά κατακαοῦν.
11 Ἀφοῦ λοιπόν ὅλα αὐτά θά διαλυθοῦν, πόσο τέλειοι Χριστιανοί πρέπει νά εἶστε ἐσεῖς σ’ ὅλες τίς ἐκδηλώσεις σας, ἔχοντας ἁγία διαγωγή καί εὐσέβεια!
12 Κι ἔτσι νά προσμένετε μέ εἰρήνη καί ἐλπίδα καί νά σπεύδετε μέ λαχτάρα καί ζῆλο πρός τόν ἐρχομό τῆς ἡμέρας τοῦ Θεοῦ. Ἐξαιτίας τῆς ἡμέρας αὐτῆς οἱ οὐρανοί θά κοκκινίσουν καί θά διαλυθοῦν ἀπό τή φωτιά, καί τά οὐράνια σώματα θά κατακαοῦν καί θά λιώσουν.
13 Ἐμεῖς ὅμως, σύμφωνα μέ τήν ὑπόσχεση τοῦ Θεοῦ, περιμένουμε καινούργιους οὐρανούς καί καινούργια γῆ, στούς ὁποίους θά κατοικεῖ ἡ ἀρετή καί ἡ ἁγιότητα.
14 Γι’ αὐτό, ἀγαπητοί μου, περιμένοντας μέ λαχτάρα τήν ἀνακαίνιση αὐτή τοῦ σύμπαντος, προσπαθῆστε μέ ζῆλο καί σπουδή νά βρεθεῖτε ἐνώπιον τοῦ Κυρίου, ὅταν ἔλθει, ἐλεύθεροι ἀπό κάθε μολυσμό καί ἀπό κάθε ἠθική κηλίδα· ἔτσι θά εἶστε καί σέ εἰρηνική κατάσταση, χωρίς κανένα τρόμο ἤ φόβο.
15 Καί τή μακροθυμία τοῦ Κυρίου μας, γιά τήν ὁποία ἀναβάλλει νά ἔλθει, νά τή θεωρεῖτε εὐκαιρία πού ὁδηγεῖ στή μετάνοια καί τή σωτηρία, ὅπως καί ὁ ἀγαπητός μας ἀδελφός Παῦλος σᾶς ἔγραψε μέ τή σοφία πού τοῦ ἔδωσε ὁ Θεός.
16 Τό ἴδιο γράφει καί σ’ ὅλες τίς ἐπιστολές του, ὅταν ἀναφέρεται σ’ αὐτά τά θέματα. Ἀνάμεσα σ’ αὐτά ὑπάρχουν καί μερικά σημεῖα δυσνόητα, τά ὁποῖα οἱ ἀμαθεῖς καί ἀστήρικτοι διαστρεβλώνουν καί παρερμηνεύουν. Τό ἴδιο κάνουν καί μέ τίς ὑπόλοιπες Γραφές, μέ ἀποτέλεσμα νά προκαλοῦν τήν καταστροφή καί τήν καταδίκη τους.
17 Ἐσεῖς ὅμως, ἀγαπητοί μου, γνωρίζοντας ἀπό πρίν τόν κίνδυνο, νά προφυλάγεστε, γιά νά μή συμπαρασυρθεῖτε ἀπό τήν πλάνη τῶν ἀσεβῶν καί ἀνόμων ψευδοδιδασκάλων καί πέσετε ἔξω χάνοντας τήν ἀμετακίνητη θεμελίωσή σας στή χριστιανική πίστη καί διδασκαλία.
18 Ἀντίθετα, σᾶς εὔχομαι νά αὐξάνεστε καί νά προοδεύετε στή χάρη καί τή γνώση πού δίνει ὁ Κύριός μας, καί Σωτήρας Ἰησοῦς Χριστός. Σ’ αὐτόν ἀνήκει ἡ δόξα καί τώρα καί σ’ ὅλη τήν ἀτελεύτητη ἡμέρα τῆς αἰωνιότητος. Ἀμήν.
(Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ - ΜΕ ΣΥΝΤΟΜΗ ΕΡΜΗΝΕΙΑ - ΕΚΔΟΣΙΣ «ΑΔΕΛΦΟΤΗΣ ΘΕΟΛΟΓΩΝ ¨Ο ΣΩΤΗΡ¨»)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου