Πέμπτη 4 Ιουλίου 2024

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 23 - 27
23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδε. 25 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἤγειραν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. 26 καὶ λέγει αὐτοῖς· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;

Ερμηνευτική απόδοση:
 Καὶ ὅταν αὐτὸς ἐμβῆκεν εἰς τὸ πλοῖον, τὸν ἠκολούθησαν οἰ μαθηταί του. 24 Καὶ ἰδοὺ ἔγινε τρικυμία μεγάλη εἰς τὴν θάλασσαν, ἡ ὁποία ἔσειεν ἀπὸ τὸ βάθος τὰ νερά της μέχρι σημείου, ὥστε τὸ πλοῖον νὰ σκεπάζεται ἀπὸ τὰ κύματα· αὐτὸς δὲ ἐκοιμᾶτο. 25 Καὶ ἀφοῦ ἦλθαν κοντά του οἱ μαθηταί του, τὸν ἐξύπνησαν λέγοντες· Κύριε, σῶσε μας· χανόμεθα. 26 Καὶ λέγει εἰς αὐτούς· Διατὶ εἶσθε δειλοί, ὦ ὀλιγόπιστοι; Τότε, ἀφοῦ ἐσηκώθη ὄρθιος, διέταξε μὲ αὐστηρότητα τοὺς ἀνέμους καὶ τὴν θάλασσαν, καὶ ἔγινεν ἀμέσως μεγάλη γαλήνη. 27 Οἱ ἄνθρωποι δέ, ὅσοι εἶδαν καὶ ὅσοι ἤκουσαν τὸ θαῦμα, ἐθαύμασαν λέγοντες· Τί ἄνθρωπος εἶναι αὐτός; Εἶναι πολὺ μεγαλύτερος ἀπὸ ὅ,τι τὸν ἐθεωρούσαμεν ἕως τώρα, διότι καὶ οἰ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουν εἱς αὐτόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου