ΚΑΤΑ ΛΟΥΚΑΝ Ε´ 17 - 26
17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς. 18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ. 19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. 20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ· Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός; 22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 24 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας - εἶπε τῷ παραλελυμένῳ· Σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. 25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ’ ὃ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν. 26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.

Ερμηνευτική απόδοση:
Καὶ συνέβη κατὰ μίαν ἀπὸ τὰς ἡμέρας ἐκείνας, καὶ αὐτὸς ἐδίδασκε. Καὶ ἐκάθηντο ἐκεῖ Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἱ ὁποῖοι εἶχαν ἔλθει ἀπὸ κάθε χωρίον τῆς Γαλιλαίας καὶ τῆς Ἰουδαίας καὶ ἀπὸ τὴν Ἱερουσαλήμ. Καὶ εἰς τὸν Ἰησοῦν ὑπῆρχε πάντοτε καὶ ἐνήργει διαρκῶς δύναμις Κυρίου, διὰ νὰ θεραπεύῃ θαυματουργικῶς τὰ πλήθη τῶν ἀρρώστων. 18 Καὶ ἰδοὺ μερικοὶ ἄνδρες ἔφεραν ἐπάνω εἰς κρεββάτι κάποιον ἄνθρωπον, ὁ ὁποῖος ἦτο παραλυμένος, καὶ ἐζήτουν νὰ ἐμβάσουν αὐτὸν μέσα εἰς τὸ σπίτι καὶ νὰ τὸν βάλουν ἐμπρός του. 19 Καὶ ἐπειδὴ λόγῳ τῆς κοσμοπλημμύρας δὲν εὗρον ἀπὸ ποίαν εἴσοδον νὰ τὸν ἐμβάσουν μέσα, ἀνέβησαν εἰς τὸ ἠλιακωτὸν τοῦ σπιτιοῦ καὶ μέσα ἀπὸ τὰ κεραμίδια, ἀφοῦ ἔβγαλαν μερικά, κατέβασαν αὐτὸν μαζὶ μὲ τὸ μικρὸν κρεββάτι του εἰς τὸ μέσον, ἐμπρὸς εἰς τὸν Ἰησοῦν. 20 Καὶ ὅταν εἶδεν ὁ Ἰησοῦς τὴν πίστιν καὶ αὐτοῦ καὶ ἐκείνων ποὺ τὸν ἔφεραν, εἶπεν εἰς αὐτόν· Βασανισμένε ἄνθρωπε, φοβεῖσαι, πῶς θὰ διατεθῶ ἔναντι τῆς ἁμαρτωλῆς σου καταστάσεως, διὰ τὴν ὁποίαν σὲ ἔρριψε τὴν στιγμὴν αὐτὴν εἰς ἀνησυχίαν ἡ συνείδησίς σου. Βεβαιώθητι, λοιπόν, ὅτι ἔχουν συγχωρηθῆ αἱ ἁμαρτίαι σου. 21 Καὶ ἤρχισαν νὰ σκέπτωνται μέσα των οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, καὶ νὰ λέγουν· Ποῖος εἶναι αὐτός, ποὺ τολμᾷ νὰ λέγῃ βλασφημίας; Ποῖος ἄλλος ἔχει δύναμιν καὶ ἐξουσίαν νὰ συγχωρῇ ἁμαρτίας παρὰ μόνον ὁ Θεός; Πῶς λοιπὸν σφετερίζεται οὗτος ἀσεβῶς τὴν ἐξουσίαν αὐτὴν τοῦ Θεοῦ; 22 Ὁ Ἰησοῦς ὅμως διὰ τῆς ὑπερφυσικῆς του γνώσεως ἀντελήφθη ἐπακριβῶς καὶ ἐξ ὀλοκλήρου τοὺς ἀποκρύφους διαλογισμούς των καὶ ἀποκριθεὶς τοὺς εἶπε· Τί συλλογίζεσθε μέσα εἰς τὰς καρδίας σας; Ἠξεύρω, τί σκέπτεσθε καὶ ἀπαντῶ εἰς τὰς σκέψεις σας αὐτάς. 23 Τί εἶναι εὐκολώτερον ἀπὸ τὰ δύο, νὰ εἴπῃ κανεὶς εἰς τὸν ἄνθρωπον αὐτόν, σοῦ εἶναι συγχωρημέναι αἱ ἁμαρτίαι σου, ἢ νὰ τοῦ εἴπῃ, σήκω ὄρθιος καὶ περιπάτει; Σεῖς θεωρεῖτε δυσκολώτερον τὴν θεραπείαν τοῦ ἀσθενοῦς. 24 Διὰ νὰ μάθετε λοιπόν, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, ὁ τέλειος ἐκπρόσωπος τῆς ἀνθρωπότητος, ποὺ θὰ ἔλθῃ κατὰ τὴν συντέλειαν ἐπὶ νεφελῶν, διὰ νὰ κρίνῃ τὸν κόσμον, ἔχει ἐξουσίαν ἐπὶ τῆς γῆς νὰ συγχωρῇ ἁμαρτίας, εἶπεν εἰς τὸν παραλυμένον· Εἰς σὲ ὁμιλῶ· σήκω ὄρθιος καὶ πάρε τὸ κρεββατάκι σου καὶ πήγαινε εἰς τὸ σπίτι σου. 25 Καὶ ἀμέσως ἀφοῦ ἐσηκώθη ἐμπρός των, ἐπῆρε τὸ κρεββάτι, ἐπὶ τοῦ ὁποίου ἦτο ἑξαπλωμένος, καὶ ἐπῆγεν εἰς τὸ σπίτι του δοξάζων τὸν Θεόν, ὁ ὁποῖος τοῦ ἔδωκε τὴν ὑγείαν του. 26 Καὶ κατέλαβεν ὅλους βαθὺς θαυμασμὸς καὶ ἐδόξαζαν τὸν Θεόν, ποὺ τοὺς ἐχάρισεν ἕνα τέτοιον θαυματουργόν. Καὶ ἐκυριεύθησαν ἀπὸ φόβον διὰ τὴν παρουσίαν μιᾶς τόσον ὑπερφυσικῆς δυνάμεως καὶ ἔλεγαν, ὅτι εἴδαμεν σήμερον πράγματα παράδοξα καὶ πρωτοφανῆ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου