† Κυριακῇ 3 Σεπτεμβρίου 2017
† Κυριακῇ ΙΓ΄ Ματθαῖου
Εὐαγγελική Περικοπή,
Ἐκ τοῦ κατά Ματθαῖον
Κεφ. κα' : 33-42
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅς τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον· καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων· καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων· Ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ, ἰδόντες τὸν υἱὸν, εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν, ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς· καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
* * * * *
Ἀπόστολος,
Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. ιστ' : 13-24
Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς ᾿Αχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ ᾿Αχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. ᾿Ασπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς ᾿Ασίας. Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ ᾿Ακύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ. ῾Η χάρις τοῦ Κυρίου ᾿Ιησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ· ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου