Πέμπτη 14 Σεπτεμβρίου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. 
Εἰς τὴν Λειτουργίαν 
Ἐκ τοῦ κατὰ Ἰωάννην 
ιθ΄ 6 - 11, 13 - 2025 - 28. 30 
Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον εποίησαν οἱ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι κατὰ τοῦ ᾿Ιησοῦ, ὅπως αὐτόν ἀπολέσωσι. Καὶ παρεγένοντο πρὸς Πιλάτον, λέγοντες· Σταύρωσον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ ᾿Ιουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Υἱὸν τοῦ Θεοῦ ἐποίησεν. ῞Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτ ος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη. Καὶ εἰσῆλθεν εἰς τὸ Πραιτώριαν πάλιν, καὶ λέγει τῷ ᾿Ιησοῦ· Πόθεν εἶ σύ; Ὁ δὲ ᾿Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; Ἀπεκρίθη ᾿Ιησοῦς· Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ᾿ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν. Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον, ἤγαγεν ἔξω τὸν ᾿Ιησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραῑστὶ δὲ Γαββαθᾶ. Ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς ᾿Ιουδαίοις· Ἴδε ὁ Βασιλεὺς ὑμῶν. Οἱ δὲ ἐκραύγασαν· Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν Βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ Ἀἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν ᾿Ιησοῦν, καὶ ἀπήγαγον. Καὶ βαστάζων τὸν Σταυρὸν αὐτοῦ, ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, ὃς λέγεται Ἑβραῑστὶ Γολγοθᾶ· ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾿ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ᾿Ιησοῦν. Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ Σταυροῦ. Ἦν δὲ γεγραμμένον· ᾿Ιησοῦς ὁ Ναζωραῖος, ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ᾿Ιουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως, ὅπου ἐσταυρώθη ὁ ᾿Ιησοῦς· καὶ ἦν γεγραμμένον ῾Εβραῑστί, ῾Ελληνιστί, ῾Ρωμαϊστί. Εἱστήκεισαν δὲ παρὰ τῷ Σταυρῷ τοῦ ᾿Ιησοῦ ἡ Μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς Μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν Μητέρα, καὶ τὸν Μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ Μητρί αὐτοῦ· Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ Μαθητῇ· ἰδοὺ ἡ Μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ Μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα ἤδη τετέλεσται, κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα. Οἱ οὖν ᾿Ιουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν, (ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ Σαββάτου,) ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη, καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· Ἐπὶ δὲ τὸν ᾿Ιησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη· ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ ἐστιν ἡ μαρτυρία αὐτοῦ. 

Νεοελληνική απόδοση:
Ὅταν τὸν εἶδαν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν, «Σταύρωσέ τον, σταύρωσέ τον». Ὁ Πιλᾶτος τοὺς λέγει, «Πάρτε τον σεῖς καὶ σταυρῶστέ τον διότι ἐγὼ δὲν τοῦ βρίσκω καμμίαν βάσιν διὰ κατηγορίαν». Οἱ Ἰουδαῖοι τοῦ ἀπεκρίθησαν, «Ἐμεῖς ἔχομεν νόμον καὶ κατὰ τὸν νόμον μας ὀφείλει νὰ πεθάνῃ, διότι ἔκανε τὸν ἑαυτόν του Υἱὸν τοῦ Θεοῦ». Ὅταν ὁ Πιλᾶτος ἄκουσε τὸν λόγον αὐτόν, ἐφοβήθηκε περισσότερον καὶ ἐμπῆκε πάλις εἰς τὸ κυβερνεῖον καὶ λέγει εἰς τὸν Ἰησοῦν, «Ἀπὸ ποῦ εἶσαι ἐσύ;». Ἀλλ’ ὁ Ἰησοῦς δὲν τοῦ ἔδωκε ἀπάντησιν. Ὁ Πιλᾶτος τοῦ λέγει, «Σ’ ἐμὲ δὲν μιλεῖς; Δὲν ξέρεις ὅτι ἔχω ἐξουσίαν νὰ σὲ ἀφήσω ἐλεύθερον;». Ἀπεκρίθη ὁ Ἰησοῦς, «Δὲν θὰ ἔχεις καμμίαν ἐξουσίαν ἐναντίον μου, ἐὰν δὲν σοῦ εἶχε δοθῆ ἄνωθεν. Διὰ τοῦτο ἐκεῖνος ποὺ μὲ παρέδωκε σ’ ἐσὲ ἔχει μεγαλύτερην ἁμαρτίαν». Ὅταν ἄκουσε ὁ Πιλᾶτος τί ἔλεγαν, ἔφερε ἔξω τὸν Ἰησοῦν, αὐτὸς δὲ ἐκάθησε εἰς τὴν δικαστικὴν ἕδραν, εἰς τόπον ποὺ λέγεται Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ. Ἦτο ἡ ἡμέρα τῆς Παρασκευῆς τοῦ Πάσχα, ὥρα δὲ περίπου ἕκτη, καὶ λέγει εἰς τοὺς Ἰουδαίους, «Νά, ὁ βασιλεύς σας». Ἐκεῖνοι ἐκραύγασαν, «Ἆρον, ἆρον, σταύρωσέ τον». Ὁ Πιλᾶτος τοὺς λέγει, «Τὸν βασιλέα σας νὰ σταυρώσω;». Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, «Δὲν ἔχομεν βασιλέα παρὰ τὸν Καίσαρα». Τότε τοὺς τὸν παρέδωκε διὰ νὰ σταυρωθῇ. Ἐκεῖνοι ἐπῆραν τὸν Ἰησοῦν καὶ ἔφυγαν, αὐτὸς δὲ βαστάζων τὸν σταυρόν του ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, ὁ ὁποῖος Ἑβραϊστὶ λέγεται Γολγοθᾶ, ὅπου τὸν ἐσταύρωσαν καὶ μαζί του ἄλλους δύο, ἀπὸ τὸ ἕνα μέρος καὶ ἀπὸ τὸ ἄλλο, καὶ τὸν Ἰησοῦν εἰς τὸ μέσον. Ἔγραψε δὲ ὁ Πιλᾶτος ἐπιγραφὴν καὶ τὴν ἔβαλε ἐπάνω εἰς τὸν σταυρόν· ἡ ἐπιγραφὴ ἦτο: Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τὴν ἐπιγραφὴν αὐτὴν ἀνέγνωσαν πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους, διότι ἦτο πλησίον τῆς πόλεως ὅπου ἐσταυρώθηκε ὁ Ἰησοῦς, ἦτο δὲ γραμμένη εἰςἙβραϊκήν, εἰς Ἑλληνικὴν καὶ εἰς Λατινικὴν γλῶσσαν. Κοντὰ εἰς τὸν σταυρὸν τοῦ Ἰησοῦ ἐστέκοντο ἡ μητέρα του καὶ ἡ ἀδελφὴ τῆς μητέρας του, ἡ Μαρία ἡ σύζυγος τοῦ Κλωπᾶ καὶ ἡ Μαρία ἡ Μαγδαληνή. Ὅταν εἶδε ὁ Ἰησοῦς τὴν μητέρα του καὶ τὸν μαθητὴν ποὺ ἀγαποῦσε, νὰ στέκεται κοντά της, εἶπε εἰς τὴν μητέρα του «Γυναῖκα, νά ὁ υἱός σου». Ἔπειτα εἶπε εἰς τὸν μαθητήν, «Νά ἡ μητέρα σου». Καὶ ἀπ’ ἐκείνην τὴν ὥραν τὴν ἐπῆρε ὁ μαθητὴς στὸ σπίτι του. Ὕστερα, ἐπειδὴ ἐγνώριζε ὁ Ἰησοῦς ὅτι ὅλα ἔχουν ἤδη ἐκτελεσθῆ, διὰ νὰ ἐκπληρωθῇ σὲ ὅλα ἡ γραφή, λέγει, «Διψῶ». Ὄταν ὁ Ἰησοῦς ἐπῆρε τὸ ξύδι, εἶπε, «Τετέλεσται», καὶ ἀφοῦ ἔγυρε τὸ κεφάλι, παρέδωκε τὸ πνεῦμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου