Σάββατο 2 Σεπτεμβρίου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΙΓ΄ ΕΒΔΟΜΑΔΟΣ 
Ἐκ τοῦ κατὰ Ματθαῖον 
κβ΄ 15 - 22 
Τῷ καιρῷ ἐκείνῳ συμβούλιον ἔλαβον οἱ Φαρισαῖοι κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ· γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; λέγουσιν αὐτῷ· Καίσαρος· τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. 

Νεοελληνική απόδοση:
Τότε ἐπῆγαν οἱ Φαρισαῖοι καὶ ἔλαβαν ἀπόφασιν νὰ τὸν παγιδεύσουν μὲ λόγους. Καὶ στέλνουν εἰς αὐτὸν τοὺς μαθητάς των μαζὶ μὲ τοὺς Ἡρωδιανοὺς καὶ τοῦ λέγουν, «Διδάσκαλε, γνωρίζομεν ὅτι εἶσαι ἀληθὴς καὶ διδάσκεις ἀληθινὰ τὸν δρόμον τοῦ Θεοῦ, καὶ δὲν σὲ μέλει γιὰ κανένα, διότι δὲν λαμβάνεις ὑπ’ ὄψιν σου τὸ πρόσωπον τῶν ἀνθρώπων. Πὲς μας λοιπόν, τὶ φρονεῖς; Ἐπιτρέπεται νὰ δίνωμεν φόρον εἰς τὸν Καίσαρα ἢ  ὄχι;». Ἐπειδὴ ὁ Ἰησοῦς κατάλαβε τὴν πονηρία των, τοὺς εἶπε, «Γιατὶ μὲ πειράζετε, ὑποκριταί; Δείξατέ μου τὸ νόμισμα τοῦ φόρου». Αὐτοὶ δὲ τοῦ ἔφεραν ἕνα δηνάριον. Καὶ τοὺς λέγει, «Τίνος εἶναι ἡ εἰκόνα αὐτὴ καὶ ἡ ἐπιγραφὴ;». Αὐτοὶ τοῦ λέγουν, «Τοῦ Καίσαρος». Τότε τοὺς λέγει, «Δῶστε λοιπόν, εἰς τὸν Καίσαρα ὅσα ὀφείλονται εἰς τὸν Καίσαρα καὶ εἰς τὸν Θεὸν ὅσα ὀφείλονται εἰς τὸν Θεόν». Καὶ ὅταν ἄκουσαν αὐτό, ἐθαύμασαν καὶ τὸν ἄφησαν  καὶ ἔφυγαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου