Τῌ ΤΡΙΤῌ ΤΗΣ Ι΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Ματθαῖον
κα΄ 23 - 27
Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὸ ἱερὸν καὶ διδάσκοντι προσῆλθον αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ' ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατὶ οὖν οὐκ ἐπιστεύσατε αὐτῷ· ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην. καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Νεοελληνική απόδοση:
Καὶ ὅταν ἦλθε εἰς τὸν ναόν, τὸν ἐπλησίασαν, ἐνῷ ἐδίδασκε, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, καὶ τοῦ εἶπαν, «Μὲ ποιὰν ἐξουσίαν κάνεις αὐτά, καὶ ποιὸς σοῦ ἔδωκε τὴν ἐξουσίαν αὐτήν;». Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Θὰ σᾶς κάνω καὶ ἐγὼ μίαν ἐρώτησιν, καὶ ἐὰν μοῦ ἀπαντήσετε, θὰ σᾶς πῶ καὶ ἐγὼ μὲ ποιὰν ἐξουσία κάνω αὐτά. Τὸ βάπτισμα τοῦ Ἰωάννου ἀπὸ ποῦ ἦτο; Ἀπὸ τὸν οὐρανὸν ἢ ἀπὸ τοὺς ἀνθρώπους;». Αὐτοὶ συζητοῦσαν μεταξύ τους καὶ ἔλεγαν, «Ἐὰν ποῦμε, Ἀπὸ τὸν οὐρανόν, θὰ μᾶς πεῖ, Γιατὶ λοιπὸν δὲν ἐπιστέψατε σὲ αὐτόν; Ἐὰν δὲ ποῦμε, ἀπὸ τοὺς ἀνθρώπους, φοβούμεθα τὸν λαό, διότι ὅλοι ἔχουν τὸν Ἰωάννην γιὰ προφήτην». Καὶ ἀπεκρίθησαν εἰς τὸν Ἰησοῦν, «Δὲν γνωρίζομεν». Καὶ αὐτὸς τοὺς εἶπε, «Οὔτε καὶ ἐγὼ σᾶς λέγω μὲ ποιὰν ἐξουσίαν κάνω αὐτά».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου