Τετάρτη 8 Μαρτίου 2023

Αγιογραφικό ανάγνωσμα



Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ Α', 20-33)
Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει. Ἐπ' ἄκρων τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσι λέγει. Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης οὐ καταισχυνθήσονται, οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι, ἐμίσησαν αἴσθησιν, καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις. Ἰδού, προήσομαι ὑμῖν ἐμῆς βουλῆς ῥῆσιν, διδάξω δὲ τὸν ἐμὸν λόγον ὑμᾶς. Ἐπειδὴ ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινα λόγους, καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε, τοιγαροῦν κᾀγὼ τῇ ἡμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι· ἐπι χαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος. Καὶ ὡς ἂν ἀφίκηται ὑμῖν θόρυβος ἄφνω, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ, ἢ ὅταν ἔρχηται ἡμῖν θλῖψις καὶ πολιορκία· ἔσται γάρ, ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν, ζητήσουσί με κακοί, καὶ οὐχ εὑρήσουσι. Ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον Κυρίου οὐ προείλοντο, οὐδὲ ἤθελον προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. Τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς αὐτῶν ἀτιμίας πλησθήσονται, καὶ τῆς ἐπιθυμίας. Ἀνθ' ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ὀλέσει ἀσεβεῖς. Ὁ δὲ ἐμοῦ ἀκούων, κατασκηνώσει ἐπ' ἐλπίδι, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)
20. Ἀντιθέτως πρός τούς ἐργάτας τοῦ σκότους καί τάς δολιότητας των, ἡ σοφία τοῦ Θεοῦ ἐξυμνεῖται δημοσία στούς δρόμους ἀπό ὅσους τήν ἔχουν γνωρίσει καί δεχθῆ, καί μέ παρρησίαν ἀκούεται ἡ διδασκαλία της εἰς τάς πλατείας.
21. Τό κήρυγμά της διαλαλεῖται ἀπό τάς ὑψηλάς ἐπάλξεις τῶν τειχῶν, ὥστε νά ἀκούεται ἀπό ὅλους. Παραστέκει εἰς τάς θύρας τῶν ἀρχόντων, διά νά τούς καθιστᾶ σοφούς καί συνετούς εἰς τά ἔργα των. Παρευρίσκεται εἰς τάς πύλας τῆς πόλεως, ὅπου γίνονται συγκεντρώσεις διά τήν λύσιν μεγάλων ζητημάτων, ἀπευθύνεται πρός ὅλους καί μέ θάρρος πολύ λέγει:
22. “Οσον χρόνον οἱ ἄδολοι καί ἄκακοι ἄνθρωποι κρατοῦν καί ἀκολουθοῦν τόν βίον τῆς δικαιοσύνης καί τῆς ἀρετῆς, δέν πρόκειται νά. ἐντροπιασθοῦν. Ἐξ ἀντιθέτου οἱ ἁμαρτωλοί, οἱ καταφρονηταί τῆς θείας σοφίας, ἐπειδή ἐπεθύμησαν τήν ἀλαζονικήν καί γεμάτην ἐπιδείξεις ζωήν, κατήντησαν εἰς βάθος ἀσεβείας καί ἐμίσησαν τήν ἀληθινήν καί σώζουσαν γνῶσιν τοῦ Θεοῦ.
23. Δί' αὐτό καί ἔγιναν ὑπεύθυνοι καί ἄξιοι ἐλέγχων καί τιμωριῶν. Ἰδού ὅμως ὅτι ἐγώ ἡ σοφία, θά σᾶς παρουσιάσω τά λόγια της ἰδικῆς μου ἐμπνεύσεως. Θά σᾶς διδάξω τούς ἰδικούς μου λόγους.
24. Ἐπειδή εἶδα, ὅτι μολονότι σᾶς ἐκαλοῦσα καί σεῖς δέν ὑπηκούσατε, ἐγώ ἡ σοφία σᾶς ὡμίλησα εἰς ἐντονώτερον ὕφος, ἐμάκρυνα τόν λόγον μου πρός σᾶς. Σεῖς ὅμως καί πάλιν δέν ἐδίδατε καμμίαν προσοχήν·
25. ἀλλά τουναντίον ἐθεωρεῖτε χωρίς ἀξίαν καί σημασίαν τάς συμβουλάς μου. Εἰς δέ τούς ἐλέγχους μου δέν ἐδίδατε καμμίαν προσοχήν·
26. δία τοῦτο, λοιπόν, καί ἐγώ θά γελάσω μέ τήν ἀπώλειάν σας, θά χαρῶ πάρα πολύ, ὅταν θά ἐπέρχεται ἐναντίον σας ὁ ὄλεθρος.
27. Καί ὅταν αἰφνιδίως ἐγερθῆ ἐναντίον σας ταραχή, ὁ δέ ὄλεθρός σας ὡς καταστρεπτική καταιγίς ἐπιπέση ἐπάνω σας, ὅταν σᾶς βρῆ θλίψις μεγάλη ἡ πολιορκία τῆς πόλεώς σας ἀπό τούς ἐχθρούς, ὅταν θά βλέπετε καί σεῖς νά ἔρχεται ἀναπόφευκτος ὁ ὄλεθρός σας,
28. τότε θά συμβῆ τοῦτο· θά μέ ἐπικαλεσθῆτε, ἐγώ ὅμως δέν θά ἀκούσω τήν ἐπίκλησίν σας. Θά μέ ζητήσουν ὡς βοηθόν των καί στήριγμα των οἱ κακοί εἰς τάς δυσκόλους των περιστάσεις, καί δέν θά μέ εὕρουν ὡς λυτρωτήν καί σωτήρα των.
29. Διότι ἐμίσησαν τήν θείαν σοφίαν, τόν δέ λόγον τοῦ Κυρίου δέν τόν ἐπροτίμησαν, ἀλλά τόν ἀπέρριψαν.
30. Οὔτε ἤθελον νά δώσουν προσοχήν εἰς τά θελήματά μου. Ἐξ ἀντιθέτου περιέπαιζαν καί ἐχλεύαζαν τούς ἐλέγχους, τούς ὁποίους πρός σωτηρίαν τῶν ἀπηύθυνα.
31. Διά τοῦτο θά φάγουν τούς καρπούς τῆς κακῆς των ζωῆς καί συμπεριφορᾶς. Θά ἀπολαύσουν τά ἐπίχειρα τῆς κακίας των. Θά πλημμυρίσουν καί θά πνιγοῦν μέσα εἰς τάς ὀδυνηράς συνεπείας τῆς ἀσεβείας των.
32. Ἐπειδή ἠδίκησαν τούς ἀφελεῖς καί ἀγαθούς ἀνθρώπους, θεία φοβερά κρίσις θά ἐξολοθρεύση τούς ἀσεβεῖς.
33. Ἐκεῖνος ὅμως, πού ἀκούει καί ὑπακούει εἰς ἐμέ, τήν σοφίαν, θά ζῆ μέ σταθεράν τήν ἐλπίδα τοῦ εἰς τήν παντοδύναμον προστασίαν τοῦ Ὑψίστου καί θά διατηρῆ τήν γαλήνην τοῦ εἰς κάθε περίστασιν, χωρίς φόβον ἀπό κανένα κακόν”.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου