Πέμπτη 16 Μαρτίου 2023

Αγιογραφικό ανάγνωσμα



Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ς', 3-20)
Ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σῴζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον, ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐγγυήσω. Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον, ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος, Ἐκείνῳ γάρ, γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὤν, ἑτοιμάζεται θέρους τὴν τροφήν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστί, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, ποθεινή δέ ἐστι πᾶσι, καὶ περίδοξος, καί περ οὖσα τῇ ῥώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη. Ἕως τίνος, ὦ ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη, εἴτ' ἐμπαραγίνεταί σοι, ὥσπερ κακὸς ὁδοιπόρος, ἡ πενία, καὶ ἡ ἔνδεια, ὥσπερ ἀγαθὸς δρομεύς. Ἐὰν δὲ ἄοκνος ἦς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια, ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει. Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς, ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ νεύμασι δακτύλων. Διεστραμμένη καρδία τεκταίνεται κακά, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος, ὅτι χαίρει ἐπὶ πᾶσιν, οἷς μισεῖ ὁ Κύριος, συντρίβεται δὲ δι' ἀκαθαρσίαν ψυχῆς. Ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου, καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς, καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν, ἐξολοθρευθήσονται. Ἐκκαίει ψευδῆ μάρτυς ἄδικος, καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν. Υἱέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου.

ΕΡΜΗΝΕΙΑ (κ. Ἰωάννου Κολιτσάρα)
3. Πράττε, παιδί μου, αὐτά, πού ἐγώ σοῦ παραγγέλλω, καί ἔτσι θά σώζης τόν ἑαυτόν σου. Διότι ἄλλως θά ἔχης πέσει εἰς τά χέρια κακοποιῶν ἐξ αἰτίας τῆς ἐγγυήσεως, πού ἔδωσες διά τόν φίλον σου. Μή χάνης ὅμως τό θάρρος σου καί μή παραλύης ἐξ αἰτίας τῆς ἀκρίτου ἐγγυήσεώς σου, ἀλλά νά ἐνοχλῆς διαρκῶς διά τό χρέος τόν φίλον σου, διά τόν ὁποῖον σύ ἔδωσες ἐγγύησιν.
4. Μή δώσης ὕπνον εἰς τά μάτια σου, οὔτε νά νυστάξουν καί κλείσουν τά βλέφαρά σου, νά μή ἡσυχάσης ἕως ὅτου ἀπαλλαγῆς ἀπό τήν ἐγγύησιν αὐτήν ·
5. διά νά γλυτώσης ἔτσι, ὅπως ἡ δορκάς γλυτώνει μέ τήν ὀξυδέρκειάν της ἀπό τούς βρόχους, ὅπως τό πουλί πετᾶ ψηλά καί σώζεται ἀπό τήν παγίδα.
6. Σύ δέ, ὤ ὀκνηρέ ἄνθρωπε, πήγαινε στόν μύρμηκα καί, ἀφοῦ ἴδης τούς τρόπους τῆς ζωῆς του καί τήν ἐργατικότητά του, νά τοῦ ζηλεύσης καί νά τοῦ μιμηθῆς τήν ἐργατικότητα. Μᾶλλον δέ σύ, ὁ λογικός ἄνθρωπος, νά γίνης περισσότερον ἀπό ἐκεῖνον ἐργατικός.
7. Διότι στόν μύρμηκα μολονότι δέν ὑπάρχουν χωράφια πρός καλλιέργειαν καί δέν ἔχει κανένα, πού νά τόν ἐξαναγκάζη πρός ἐργασίαν, καί δέν εὑρίσκεται ὑπό τάς διαταγάς αὐθέντου,
8. ἐν τούτοις ἑτοιμάζει κατά τό διάστημα τοῦ θέρους τήν τροφήν δί' ὅλον τό ἔτος. Καί κατά τήν ἐποχήν τοῦ θερισμοῦ κάμνει μεγάλην ἐναποθήκευσιν τροφῶν.
8α. ἤ πήγαινε πρός τήν μέλισσαν καί μάθε πόσον ἐργατική καί φιλόπονος εἶναι καί πόσην μεγάλην σημασίαν καί τιμήν ἀποδίδει εἰς τήν ἐργασίαν.
8β. Τῆς μελίσσης τούς κόπους, δηλαδή τό μέλι, βασιλεῖς καί ἰδιῶται τό τρώγουν εὐχαρίστως ὡς προσφερόμενον καί εἰς ἐξυπηρέτησιν τῆς ὑγείας των. Εἶναι δέ ἡ μέλισσα εἰς ὅλους προσφιλής καί τιμημένη.
8γ. Ἄν καί κατά τήν σωματικήν δύναμιν καί ἀντοχήν εἶναι ἀσθενής, ἐν τούτοις ἐτιμήθη καί ἐδοξάσθη, διότι ἐπροτίμησε τήν μέ τόσην σοφίαν ἐπιτελουμένην ἐργασίαν της.
9. Ἕως πότε, ὤ ὀκνηρέ, θά κατακεῖσαι ξαπλωμένος στό κρεββάτι; Ἕως πότε θά κοιμᾶσαι; Πότε δέ θά σηκωθῆς ἀπό τόν ὕπνον σου;  
10. Ὀλίγην ὥραν κοιμᾶσαι, ὀλίγην ὥραν νυστάζεις, ὀλίγον ἀγκαλιάζεις τά στήθη σου μέ σταυρωμένα τά χέρια σου.
11. Καί μένεις ἔτσι ἀργός καί ράθυμος. Ἔπειτα δέ ἀπό τήν ράθυμον αὐτήν ζωήν, θά ἔλθη κοντά σου καί θά σέ ἀκολουθήση ὡς κακός συνοδοιπόρος ἡ φτώχεια· ἡ δέ ἀνέχεια ὡς γρήγορος δρομεύς θά σέ συνοδεύη εἰς τήν ζωήν σου.
11α. Ἐάν ὅμως εἶσαι ἐργατικός, ὁ θερισμός σου θά εἶναι πλούσιος ὡς ἀστείρευτος πηγή ὕδατος. Ἡ δέ φτώχεια καί ἡ δυστυχία σάν κακός καί ἀνεπιθύμητος πλέον συνοδοιπόρος θά δραπετεύση καί θά φύγη ἀπό κοντά σου.
12. Ὁ ἀσύνετος καί παράνομος ἄνθρωπος δέν βαδίζει εἰς δρόμους καλούς, δέν ζῆ καί δέν συμπεριφέρεται ὀρθῶς.
13. Αὐτός κάνει δόλια νοήματα μέ τά μάτια, σημάδια μέ τά πόδια του καί μέ τά κινήματα τῶν δακτύλων του· συνεννοεῖται καί δίνει κατευθύνσεις πρός τό κακόν εἰς κακούς ἀνθρώπους.
14. Διεστραμμένη ἀπό τό κακόν καρδία σχεδιάζει πάντοτε κακά εἰς βάρος τῶν ἄλλων. Καί εἰς κάθε ἐποχήν ὁ ἄνθρωπος αὐτός προκαλεῖ καί δημιουργεῖ ταραχάς εἰς τήν πόλιν.
15. Διά τοῦτο δέ ἐπέρχεται ἐναντίον του ἐκ μέρους τοῦ Θεοῦ ξαφνική ἡ καταστροφή του. Αὐτή δέ ἡ κατάπτωσις καί συντριβή του θά εἶναι ἀθεράπευτος.                         
16. Διότι αὐτός χαίρει δί' ὅλα ἐκεῖνα, τά ὁποῖα μισεῖ ὁ Θεός. Παραλύει ὅμως καί συντρίβεται ἐξ αἰτίας τῆς ἁμαρτωλῆς καί ἀκαθάρτου ψυχῆς του.
17. Αὐτός ἔχει βλέμμα ἀλαζονικόν, γλώσσαν πού ἐκτοξεύει ἀδίκους λόγους, χέρια πού χύνουν τό αἷμα τοῦ δικαίου·
18. πονηρόν νοῦν καί καρδίαν, πού σκέπτονται καί σχεδιάζουν τό κακόν, πόδια πού τρέχουν γρήγορα, διά νά διαπράξουν κάθε κακότητα.
19. Ἐπινοεῖ καί θέτει εἰς κυκλοφορίαν καυτερά ψεύδη ὁ ψευδομάρτυς εἰς τά δικαστήρια καί ἐνσπείρει φιλονεικίας καί διχονοίας μεταξύ ἀδελφῶν.  
20. Παιδί μου, φύλασσε πάντοτε καλά σάν νόμους θείους, ὅσα ὁ πατέρας σου σοῦ λέγει, καί μή πετάξης καί καταφρονήσης ποτέ τάς συμβουλάς τῆς μητρός σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου