† Κυριακῇ 29 Αὐγούστου 2021 (Ι' Ματθαῖου)
† Ἡ ἀποτομή τῆς τιμίας Κεφαλῆς τοῦ ἁγίου, ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ, Ἰωάννου
Τὸ Εὐαγγέλιον
Ἐκ τοῦ κατά Μάρκον
Κεφ. στ' : 14-30
Τῷ καιρῷ ἐκείνῳ, ἤκουσεν ῾Ηρῴδης ὁ βασιλεὺς τὴν ἀκοὴν ᾿Ιησοῦ, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν· Ὅτι ᾿Ιωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Ἄλλοι ἔλεγον· Ὅτι ᾿Ηλίας ἐστίν. ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν, ἤ ὡς εἷς τῶν προφητῶν. Ἀκούσας δὲ ὁ ῾Ηρῴδης, εἶπεν· Ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα ᾿Ιωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. Αὐτὸς γὰρ ὁ ῾Ηρῴδης ἀποστείλας ἐκράτησε τὸν ᾿Ιωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ, διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. Ἔλεγε γὰρ ὁ ᾿Ιωάννης τῷ ῾Ηρῴδῃ· ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Ἡ δὲ ῾Ηρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο. Ὁ γὰρ ῾Ηρῴδης ἐφοβεῖτο τὸν ᾿Ιωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἐποίει, καὶ ἠδέως αὐτοῦ ἤκουε. Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε ῾Ηρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ τοῖς χιλιάρχοις, καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς ῾Ηρῳδιάδος καὶ ὀρχησαμένης, καὶ ἀρεσάσης τῷ ῾Ηρῴδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ Βασιλεὺς τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι. Καὶ ὤμοσεν αὐτῇ· ὅτι ὃ ἐάν με αἰτήσῃς, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Ἡ δὲ ἐξελθοῦσα, εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσομαι; Ἡ δὲ εἶπε· Τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ Βαπτιστοῦ. Καὶ εἰσελθοῦσα, εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξ αὐτῆς ἐπὶ πίνακι, τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ Βαπτιστοῦ. Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους, καὶ τοὺς συνανακειμένους, οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ ἀπελθὼν, ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καί ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ, ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. Καὶ συνάγονται οἱ Ἀπόστολοι πρὸς τὸν ᾿Ιησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.Ὁ Ἀπόστολος
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
Κεφ. ιγ' : 25-32
Ἐν ἐν ταῖς ἡμέραις ἐκείναις, ὡς ἐπλήρου ὁ ᾿Ιωάννης τὸν δρόμον, ἔλεγε· Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμί ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. ῎Ανδρες ἀδελφοί, υἱοὶ γένους ᾿Αβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. Οἱ γὰρ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς ῾Ιερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας ᾿Ιησοῦν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου