Δευτέρα 24 Απριλίου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Β΄ ΕΒΔΟΜΑΔΟΣ 
Ἐκ τοῦ κατὰ Ἰωάννην 
β΄ 1 – 11 
Τῷ καιρῷ ἐκείνῳ γάμος ἐγένετο ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· 2ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν ποιήσατε. ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι, κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· καὶ ἤνεγκαν. ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον - καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ - φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησεν τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾶ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. 

Νεοελληνική απόδοση:
Κατὰ τὴν τρίτην ἡμέραν ἐγινότανε γάμος εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας καὶ ἡ μητέρα τοῦ Ἰησοῦ ἦτο ἐκεῖ. Ἦτο δὲ προσκαλεσμένος καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταί του εἰς τὸν γάμον. Ὅταν ἐσὠθηκε τὸ κρασί, ἡ μητέρα τοῦ Ἰησοῦ τοῦ λέγε, «Δὲν ἔχουν κρασί». Ὁ Ἰησοῦς τῆς λέγει, «Τί ἐπεμβαίνεις σ’ ἐμέ, γυναῖκα; Δὲν ἦλθε ἀκόμη ἡ ὥρα μου». Λέγει ἡ μητέρα του εἰς τοὺς ὑπηρέτας, «Κάνετε ὅ,τι σᾶς πῇ». Ὑπῆρχαν ἐκεῖ ἕξη πέτρινες στάμνες, κατὰ τὸ Ἰουδαϊκὸν ἔθιμον τοῦ καθαρισμοῦ, ποὺ ἐχωροῦσαν ἀνὰ δύο ἢ τρεῖς μετρητάς. Λέγει ὁ Ἰησοῦς εἰς τοὺς ὑπηρέτας, «Γεμίστε τὶς στάμνες μὲ νερό». Καὶ τὶς  ἐγέμισαν ἕως ἐπάνω. Ὕστερα λέγει, «Πάρτε τώρα καὶ φέρτε εἰς τὸν προϊστάμενον τοῦ συμποσίου». Καὶ ἔφεραν. Μόλις ἐγεύθηκε ὁ προϊστάμενος τοῦ συμποσίου τὸ νερὸ ποὺ εἶχε γίνει κρασὶ – καὶ δὲν ἤξερε ἀπὸ ποῦ ἦλθε, ἐνῷ οἱ ὑπηρέται, ποὺ εἶχαν βάλει τὸ νερό, ἤξεραν – φωνάζει ὁ προϊστάμενος τοῦ συμποσίου τὸν γαμβρὸν καὶ τοῦ λέγει, «Κάθε ἄνθρωπος πρῶτα προσφέρει τὸ καλὸ κρασὶ καὶ ὅταν πιοῦν ἀρκετὀν, τότε προσφέρει τὸ κατώτερον· σὺ ἐφύλαξες τὸ καλὸ κρασὶ ἕως τώρα». Μὲ τοῦτο ἔκαμε τὴν ἀρχὴν τῶν θαυμάτων ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν του καὶ ἐπίστεψαν εἰς αὐτὸν οἱ μαθηταί του.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου