ΠΑΡΟΙΜΙΑΙ ΣΟΛΟΜΩΝΤΟΣ Β´ 1 - 22
1 ΥΙΕ, ἐὰν δεξάμενος ρῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, 2 ὑπακούσεται σοφία τὸ οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου. 3 ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου, τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ, 4 καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, 5 τότε συνήσεις φόβον Κυρίου καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις. 6 ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις· 7 καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν 8 τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει. 9 τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. 10 ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, 11 βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε, 12 ἵνα ρύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν. 13 ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους· 14 οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῆ· 15 ὧν αἱ τρίβοι σκολίαι καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν 16 τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης. 17 υἱέ, μή σὲ καταλάβῃ κακὴ βουλή, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη· 18 ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ἅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς. 19 πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς. 20 εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείας. 21 χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ· ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ. 22 ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ᾿ αὐτῆς.

Νεοελληνική απόδοση:
1 Παιδί μου, ἐὰν ἀποδεχθῇς μὲ προθυμίαν καὶ εἰλικρινῆ διάθεσιν τὰς ἐντολάς μου καὶ κρύψῃς ὡς πολύτιμον πρᾶγμα εἰς τὰ βάθη τῆς καρδίας σου τὰ λόγια μου, 2 τότε τὸ αὐτί σου θὰ προσέξῃ τὰ λόγια τῆς θείας σοφίας καὶ θὰ τὰ ἔχῃς κατὰ νοῦν, ὥστε νὰ σὲ συνετίζουν, καὶ θὰ τὰ χρησιμοποιῇς διὰ νὰ συμβουλεύεις τὸ παιδί σου. 3 Σοῦ ζητῶ δὲ τόσην προσοχήν, διότι, ἐὰν ἐπικαλεσθῇς τὴν θείαν σοφίαν μὲ ζωηρὸν πόθον καὶ φωνάξῃς προσκαλῶν τὴν σύνεσιν καὶ ζητήσῃς μὲ μεγάλην φωνὴν τὴν γνῶσιν τῆς θείας ἀληθείας καὶ τὴν διάκρισιν τοῦ καλοῦ καὶ τοῦ κακοῦ, 4 καὶ ἐὰν ζητήσῃς ἐπιμόνως νὰ τὴν εὕρῃς, ὅπως ἀναζητεῖ κανεὶς νὰ εὕρῃ χρήματα, καὶ ἐὰν ἐρευνήσῃς δι’ αὐτήν, ὅπως ἐρευνᾷ κανεὶς νὰ εὕρῃ θησαυροὺς πολλοὺς καὶ μεγάλους, 5 τότε θὰ αἰσθανθῇς τὸν σωτηριώδη φόβον τοῦ Κυρίου καὶ θὰ λάβῃς ἀληθῆ καὶ τελείαν γνῶσιν τοῦ Θεοῦ, καθ’ ὅσον βεβαίως εἶναι δυνατὸν εἰς τὸν πεπερασμένον ἄνθρωπον νὰ ἐπιτύχῃ ταύτην. 6 Διότι ὁ Κύριος χαρίζει τὴν σοφίαν καὶ ἀπὸ Αὐτὸν πηγάζει ἡ γνῶσις τῆς ἀληθείας καὶ ἡ σύνεσις. 7 Καὶ προσφέρει ὡς θησαυρόν, εἰς ὅσους ἀγωνίζονται ἠρωϊκῶς, τὴν σωτηρίαν των καὶ θὰ προστατεύσῃ ὡς ἀκαταμάχητος ὑπερασπιστὴς τὴν θεάρεστον πορείαν τῆς ζωῆς των, ἐνισχύων αὐτοὺς 8 οὕτως, ὥστε νὰ φυλάξουν τὰς ἐντολάς του· καὶ θὰ προφυλάξῃ ἀπὸ κάθε κίνδυνον τὴν ζωὴν ἐκείνων, οἱ ὁποῖοι τὸν σέβονται. 9 Ὅταν δὲ ἐπιδιώξῃς τὴν θείαν σοφίαν καὶ ἐπιτύχῃς αὐτήν, τότε θὰ ἐννοήσῃς ποία εἶναι ἡ ἀληθινὴ ἀρετὴ καὶ δικαιοσύνη καὶ τότε θὰ κρίνῃς δικαίως καὶ θὰ κατορθώσῃς καὶ θὰ ἐφαρμόσῃς ὅλας τὰς ἐντολὰς τοῦ Θεοῦ, αἱ ὁποῖαι ὡς ἄλλοι ἀγαθοὶ καὶ στερεοὶ ἄξονες ὁδηγοῦν ἀσφαλῶς εἰς σωτηρίαν. 10 Διότι, ἐὰν ἐπικρατήσῃ εἰς τὸν νοῦν σου ἡ σοφία καὶ ἡ διάκρισις, ἡ ὁποία προέρχεται ἐξ αὐτῆς, καὶ φανῇ εἰς τὴν διάνοιάν σου ἡ εὐαισθησία τῆς συνειδήσεως καλὴ καὶ ὠφέλιμος, 11 τότε ἀπόφασις ἀγαθὴ καὶ πεφωτισμένη θὰ σὲ προφυλάξῃ ἀπὸ τὰ πάθη καὶ τὰς ἐπιθυμίας τῆς ἁμαρτίας καὶ ἀπὸ τοὺς ἐξωτερικοὺς πειρασμούς. Σκέψις δὲ ἅγια θὰ σὲ διατηρῇ εἰς τὴν ἀρετήν, 12 διὰ νὰ σὲ γλυτώσῃ ἀπὸ τὸν κακὸν καὶ ὀλέθριον δρόμον τῆς ἁμαρτίας καὶ ἀπὸ ἄνθρωπον, ὁ ὁποῖος οὐδέποτε λέγει κάτι ἄξιον ἐμπιστοσύνης καὶ παραδοχῆς. 13 Ὤ! ἀλλοίμονον εἰς ἐκείνους, οἱ ὁποῖοι ἀφήνουν τοὺς ἴσιους δρόμους τῆς ἀρετῆς, διὰ νὰ ἀκολουθήσουν τοὺς σκοτεινοὺς καὶ ἐπικινδύνους δρόμους τῆς καταισχύνῃς, τῆς φαυλότητος καὶ ἀσεβείας· 14 ἀλλοίμονον εἰς ἐκείνους, οἱ ὁποῖοι δὲν εἶναι μόνον οἱ ἴδιοι κακοί, ἀλλ’ οἱ ὁποῖοι εὐχαριστοῦνται, ὅταν διαπράττεται τὸ κακόν, καὶ χαίρουν, ὅταν κατορθοῦται διαστροφὴ καὶ διαφθορὰ χαρακτήρων! 15 Αὐτῶν οἱ δρόμοι εἶναι ἀνάποδοι καὶ διεστραμμένοι καὶ ἡ πορεία των καμπυλωτὴ καὶ ὕπουλος, 16 ἔχουσα σκοπὸν νὰ σὲ ἀπομακρύνῃ ἀπὸ τὸν εὐθὺν δρόμον καὶ νὰ σὲ ἀποξενώσῃ ἀπὸ τὰς ἐναρέτους σκέψεις καὶ ἀποφάσεις, δηλαδὴ νὰ σὲ κάμῃ, ὥστε νὰ μὴ σκέπτεσαι τὴν ἀρετήν. 17 Παιδί μου, πρόσεχε νὰ μὴ σὲ κυριεύσῃ θέλησις κακὴ καὶ διεστραμμένη, ἡ ὁποία ἠρνήθη τὴν καλὴν διδασκαλίαν, τὴν ὁποίαν ἤκουσες κατὰ τὴν νεότητά σου, θέλησις διεστραμμένη, ἡ ὁποία ἐλησμόνησε τὸν σωτήριον νόμον τοῦ Θεοῦ. 18 Σοῦ ἐφιστῶ τὴν προσοχὴν ἐπ’ αὐτοῦ, διότι ἡ κακὴ αὐτὴ προαίρεσις ἔχει τὴν κατοικίαν της κοντὰ εἰς τὸν θάνατον καὶ συνεταύτισε τὴν πορείαν της μὲ τοὺς ὑλόφρονας ἀνθρώπους, τῶν ὁποίων τὸ κατάντημα εἶναι ὁ θάνατος καὶ ὁ Ἅδης. 19 Ὅλοι, ὅσοι βαδίζουν τοὺς δρόμους τῆς κακῆς των ἀποφάσεως καὶ μένουν ἀμετανόητοι, δὲν πρόκειται νὰ μεταπεισθοῦν καὶ νὰ ἐπιστρέφουν πάλιν πίσω, οὔτε εἶναι εὔκολον νὰ ἐπανεύρουν τὸν ἴσιον δρόμον, διότι δὲν πρόκειται νὰ ζήσουν χρόνια πολλά, ὥστε νὰ ἐπιτύχουν τοῦτο. 20 Διότι, ἐὰν εἶχαν τὴν διάθεσιν καὶ ἀπόφασιν να βαδίσουν τοὺς καλοὺς δρόμους, θὰ ἔβρισκαν τοὺς ὁμαλοὺς δρόμους τῆς ἀρετῆς, ὅπου θὰ ἔζων εἰρηνικῶς καὶ μακροβιώτερον. 21 Οἱ εὐσεβεῖς καὶ ἐνάρετοι ἄνθρωποι θὰ κατοικήσουν μονίμως εἰς τὴν γῆν καὶ οἱ ἄκακοι θὰ ἀπομείνουν εἰς αὐτήν· διότι οἱ τίμιοι καὶ εἰλικρινεῖς θὰ κατασκηνώσουν εἰς τὴν γῆν καὶ οἱ καθαροὶ κατὰ τὴν ψυχὴν καὶ ἀφαισιωμένοι θὰ ἀπομείνουν εἰς αὐτήν. 22 Οἱ δρόμοι τῶν ἀσεβῶν θὰ ἐξαφανισθοῦν ἀπὸ τὴν γῆν, οἱ δὲ παραβάται τοῦ θείου νόμου θὰ ἐξωσθοῦν καὶ θὰ πεταχθοῦν ἔξω ἀπὸ αὐτήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου