ΠΑΡΑΣΚΕΥΗ Γ΄ ΕΒΔΟΜΑΔΟΣ
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 8:40; 9:1-18
Ἐν ταῖς ἡμέραις ἐκείναις, Φίλιππος εὑρέθη εἰς ῎Αζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. Ὁ δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ᾽Ιερουσαλήμ. Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ· Σαοὺλ Σαούλ, τί με διώκεις; Εἶπε δέ, Τίς εἶ, Κύριε; ὁ δέ, ᾽Εγώ εἰμι ᾽Ιησοῦς ὃν σὺ διώκεις· σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Τρέμων τε και θαμβῶν εἶπε· Κύριε τί με θέλεις ποιῆσαι; Καὶ ὁ Κύριος εἶπε πρὸς αὐτον· ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν. Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲνα ἔβλεπε· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι ῾Ανανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· ῾Ανανία. Ὁ δὲ εἶπεν· ᾽Ιδοὺ ἐγώ, Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτόν· ᾽Αναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ ᾽Ιούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἄνδρα ἐν ὁράματι ὀνόματι ῾Ανανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ τὰς χεῖρας ὅπως ἀναβλέψῃ. Ἀπεκρίθη δὲ ῾Ανανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν ᾽Ιερουσαλήμ· καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε ᾽Ισραήλ· ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. ᾽Απῆλθεν δὲ ῾Ανανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, ᾽Ιησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡς λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.

ΕΡΜΗΝΕΙΑ (κ. Παναγιώτη Τρεμπέλα)
40 Ἔτσι ὁ Φίλιππος βρέθηκε στήν Ἄζωτο, χωρίς νά καταλάβει κι αὐτός πῶς. Κι ἀπό ἐκεῖ ἐξακολουθοῦσε τήν περιοδεία του κηρύττοντας τό εὐαγγέλιο σ’ ὅλες τίς πόλεις πού συναντοῦσε, μέχρι πού ἔφθασε στήν Καισάρεια.
ΚΕΦΑΛΑΙΟΝ Θ΄
Στό μεταξύ ὁ Σαῦλος, σάν νά ζοῦσε μέσα σέ κάποια φονική ἀτμόσφαιρα, ἐξακολουθοῦσε νά ἀποπνέει ἀπό μέσα του καί νά ἐκδηλώνει ἀπειλητικές καί φονικές διαθέσεις ἐναντίον τῶν μαθητῶν τοῦ Κυρίου. Γι’ αὐτό παρουσιάστηκε στόν ἀρχιερέα
2 καί τοῦ ζήτησε συστατικές καί ἐξουσιοδοτικές ἐπιστολές γιά τή Δαμασκό πρός τίς συναγωγές πού ὑπῆρχαν ἐκεῖ. Ἤθελε νά φέρει δεμένους στήν Ἱερουσαλήμ ὅποιους θά ἔβρισκε νά ἀνήκουν στήν ὁδό τοῦ Κυρίου, στήν κοινότητα δηλαδή τῶν πιστῶν τοῦ Ἰησοῦ Χριστοῦ, εἴτε ἄνδρες ἦταν αὐτοί εἴτε γυναῖκες.
3 Καθώς ὅμως πορευόταν καί πλησίαζε στή Δαμασκό, ξαφνικά ἄστραψε γύρω του ἕνα λαμπερό φῶς ἀπό τόν οὐρανό.
4 Κι ἀπό τήν ἐκθαμβωτική του λάμψη ἔπεσε κάτω στή γῆ κι ἄκουσε μιά φωνή πού τοῦ ἔλεγε: Σαούλ, Σαούλ, γιατί μέ καταδιώκεις;
5 Τότε ὁ Σαῦλος ρώτησε: Ποιός εἶσαι, Κύριε; Κι ὁ Κύριος τοῦ ἀπάντησε: Ἐγώ εἶμαι ὁ Ἰησοῦς, τόν ὁποῖο ἐσύ καταδιώκεις. Δέν ξέρεις ὅτι, ὅταν καταδιώκεις τούς μαθητές μου καί τούς πιστούς μου, εἶναι σάν νά καταδιώκεις ἐμένα τόν ἴδιο;
6 Ἀλλά σήκω ἐπάνω καί μπές στήν πόλη. Ἐκεῖ θά σοῦ ποῦνε τί πρέπει νά κάνεις. Ὁ Σαῦλος βέβαια καί τά λόγια τῆς φωνῆς ἄκουσε καί τό πρόσωπο τοῦ ἀναστάντος Κυρίου εἶδε·
7 οἱ ἄνδρες ὅμως πού τόν συνόδευαν στέκονταν ἄφωνοι, μέ ἀνοιχτό τό στόμα. Ἄκουγαν βέβαια τή βοή καί τόν ἦχο τῆς φωνῆς – χωρίς νά ξεχωρίζουν λέξεις ‒ ἀλλά δέν ἔβλεπαν κανέναν.
8 Σηκώθηκε λοιπόν ὁ Σαῦλος ἀπό τό ἔδαφος πού εἶχε πρίν λίγο πέσει, κι ἐνῶ ἦταν ἀνοιχτά τά μάτια του, δέν ἔβλεπε κανέναν· ἦταν τελείως τυφλός. Γι’ αὐτό οἱ συνοδοί του τόν ἔπιασαν ἀπό τό χέρι, τόν ὁδήγησαν καί τόν ἔβαλαν μέσα στή Δαμασκό.
9 Καί παρέμεινε τρεῖς ἡμέρες τυφλός, χωρίς νά βλέπει καθόλου. Αὐτές τίς ἡμέρες οὔτε ἔφαγε οὔτε ἤπιε τίποτε.
10 Στό μεταξύ ἐκεῖ στή Δαμασκό ὑπῆρχε κάποιος μαθητής πού λεγόταν Ἀνανίας. Τοῦ ἐμφανίστηκε λοιπόν σέ ὅραμα ὁ Κύριος καί τοῦ εἶπε: Ἀνανία. Κι αὐτός ἀπάντησε: Ἐδῶ εἶμαι, Κύριε, ἕτοιμος νά ἐκτελέσω τίς διαταγές σου.
11 Καί ὁ Κύριος τοῦ εἶπε: Σήκω καί πήγαινε στό στενό δρόμο πού λέγεται ≪Εὐθεία≫ καί ζήτησε στό σπίτι τοῦ Ἰούδα κάποιον πού ὀνομάζεται Σαῦλος καί κατάγεται ἀπό τήν Ταρσό. Ὁ ἄνθρωπος αὐτός πλέον ἔχει καλές καί εὐλαβικές διαθέσεις, διότι νά, τή στιγμή αὐτή προσεύχεται.
12 Καί εἶδε σέ ὅραμα πού τοῦ παρουσίασα ἐγώ ἕναν ἄνθρωπο πού ὀνομάζεται Ἀνανίας νά μπαίνει στό δωμάτιό του καί νά βάζει πάνω του τό χέρι γιά νά τόν θεραπεύσει ἀπό τήν τύφλωση καί νά μπορέσει ἔτσι νά ξαναδεῖ.
13 Ἀποκρίθηκε τότε ὁ Ἀνανίας: Κύριε, ἔχω ἀκούσει ἀπό πολλούς γιά τόν ἄνθρωπο αὐτόν, πόσα κακά ἔκανε στά Ἱεροσόλυμα στούς πιστούς πού εἶναι ἁγιασμένοι ἀπό τή χάρη σου καί ἀφιερωμένοι σέ σένα.
14 Κι ἐδῶ πού ἦλθε, ἔχει ἐξουσιοδότηση ἀπό τούς ἀρχιερεῖς νά δέσει ὅλους ὅσους ἐπικαλοῦνται μέ εὐλάβεια καί πίστη τό ὄνομά σου.
15 Τοῦ εἶπε τότε ὁ Κύριος: Πήγαινε χωρίς κανένα φόβο ἤ δισταγμό, διότι αὐτός εἶναι ὄργανό μου ἐκλεκτό. Τόν διάλεξα ἐγώ γιά νά βαστάσει καί νά διαδώσει τό κήρυγμα γιά τό ὄνομά μου καί τό εὐαγγέλιό μου, καί νά τό μεταφέρει μέ τίς περιοδεῖες του ἐνώπιον ἐθνικῶν καί βασιλέων καί τῶν σημερινῶν ἀπογόνων τοῦ Ἰσραήλ.
16 Πήγαινε νά τόν συναντήσεις μέ τή βεβαιότητα ὅτι δέν θά ἀντιμετωπίσεις ἄρνηση ἤ ἀπροθυμία ἀπ’ αὐτόν. Διότι ἐγώ ὁ ἴδιος ἔχω μεταστρέψει τόν Σαῦλο καί θά τοῦ δείξω τί πρέπει νά πάθει γιά τό ὄνομά μου ἀπό τώρα καί στό ἑξῆς αὐτός πού μέχρι χθές μέ καταδίωκε.
17 Τότε ὁ Ἀνανίας ἔφυγε καί πῆγε στό σπίτι ὅπου ἔμενε ὁ Σαῦλος. Ὅταν μπῆκε στό σπίτι, ἔβαλε τά χέρια του πάνω στό Σαούλ καί τοῦ εἶπε: Σαούλ ἀδελφέ, μέ ἔστειλε ὁ Κύριος πού σοῦ ἐμφανίσθηκε στό δρόμο πού βάδιζες γιά νά ἔλθεις ἐδῶ. Μέ ἔστειλε γιά νά ξαναβρεῖς τό φῶς σου καί νά γεμίσει ἡ ψυχή σου μέ Πνεῦμα Ἅγιον.
18 Ἀμέσως τότε ἔπεσαν ἀπό τά μάτια του κάτι σάν λέπια καί ξαναεῖδε· κι ἀφοῦ σηκώθηκε, βαπτίσθηκε. Κατόπιν ἔφαγε κάτι καί δυνάμωσε ἀπό τήν ἐξάντληση πού τοῦ εἶχε φέρει ὁ βαθύς συγκλονισμός ἀπό τήν ἐμφάνιση τοῦ Κυρίου καί ἡ τέλεια ἀσιτία τῶν τριῶν ἡμερῶν, κατά τίς ὁποῖες οὔτε ἔφαγε οὔτε ἤπιε τίποτε.
(Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ - ΜΕ ΣΥΝΤΟΜΗ ΕΡΜΗΝΕΙΑ - ΕΚΔΟΣΙΣ «ΑΔΕΛΦΟΤΗΣ ΘΕΟΛΟΓΩΝ “Ο ΣΩΤΗΡ”»)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου